5
ιεʹ.Περὶ βράθυος.Βράθυ τῶν ἰσχυρῶς ξηραινόντων
6
ἐστὶ, κατά γε τὰς τρεῖς ποιότητας ἃς καὶ τῷ γεύεσθαι διασημαίνει,
7
παραπλησίως κυπαρίσσῳ, πλὴν ὅτι δριμύτερον αὐτῆς
8
ἐστι καὶ ὡς ἂν εἴποι τις ἀρωματικώτερον. αὐτῆς τε οὖν
9
ταύτης μετέχει τῆς ποιότητος ἧς εἴρηκα νῦν τῆς δριμείας,
10
ἐπὶ θερμῇ κράσει συνισταμένης, ἔτι τε πικρότητός τε καὶ στύψεως
11
ἀμυδροτέρας ἢ κατὰ κυπάρισσον. ὅσον γὰρ ἐν δριμύτητι
12
πλεονεκτεῖ κυπαρίσσου, καὶ διὰ τοῦτο καὶ διαφορητικώτερον.
13
κολλῆσαι μὲν οὖν οὐ δύναται διὰ ῥώμην ξηρότητος
14
καὶ θερμότητος. εἰς τοσοῦτον γὰρ ἀμφοῖν τούτων μετείληφεν,
15
ὡς ἤδη συντατικὸν καὶ φλογῶδες ὑπάρχειν· εἰς δὲ
16
τὰς σηπεδόνας ὁμοίως ἁρμόττει κυπαρίσσῳ, καὶ μάλισθ’ ὅσαι
17
κακοηθέστεραί τ’ εἰσὶ καὶ χρονιώτεραι. φέρουσι γὰρ ἀλύπως
18
αὗται τὴν ἰσχὺν τοῦ φαρμάκου. καὶ τοίνυν καὶ τὰ μεμελασμένα 11.854
1
καὶ τὰ λίαν ῥυπαρὰ μετὰ μέλιτος ἀποκαθαίρει καὶ
2
ἄνθρακας ἀπολύει. διὰ δὲ τὴν λεπτομέρειαν καὶ καταμηνίων
3
ἐστὶν ἀγωγὸν, εἴπερ τι καὶ ἄλλο, καὶ δι’ οὔρων αἷμα
4
κινεῖ, καὶ τὰ ζῶντα τῶν ἐμβρύων διαφθείρει, τὰ νεκρὰ δ’
5
ἐκβάλλει. κείσθω δὴ καὶ τοῦτο τὸ φάρμακον ἐν τῇ τρίτῃ
6
τῶν ἀποστάσεων κατά τε τὸ θερμαίνειν καὶ τὸ ξηραίνειν
7
ἐν τοῖς μάλιστα λεπτομερέσιν ὑπάρχον. ταῦτ’ ἄρα καὶ μύροις
8
μίγνυται καὶ μάλιστα τῷ γλευκίνῳ καὶ εἰς ἀντιδότους
9
ἐμβάλλεται παμπόλλας. ἔνιοι καὶ ἀντὶ κινναμώμου διπλάσιον
10
αὐτὸ βάλλουσι, λεπτυντικῆς τε γάρ ἐστι καὶ διαφορητικῆς
11
εἰ ποθείη δυνάμεως.