18
κθʹ.Περὶ κόπρου τῶν χερσαίων κροκοδείλων καὶ 12.308
1
ψάρων.Τὴν δὲ τῶν χερσαίων κροκοδείλων τούτων τῶν
2
μικρῶν τε καὶ χαμαιρεπῶν κόπρον ἔντιμον αἱ τρυφῶσαι
3
πεποιήκασι γυναῖκες, αἷς οὐκ ἀρκέσει τοῖς ἄλλοις φαρμάκοις
4
τοσούτοις οὖσιν λαμπρόν τε καὶ τετανὸν ἐργάσασθαι τὸ
5
περὶ τὸ πρόσωπον δέρμα, προστιθέασι δ’ αὐτοῖς καὶ τὴν
6
τῶν κροκοδείλων κόπρον. ὁμοία δ’ αὐτῇ γίνεται καὶ ἡ τῶν
7
ψάρων, ὅταν ὄρυζαν μόνην ἐσθίωσιν. εὔδηλον οὖν ὅτι ῥυπτικήν
8
τε καὶ ξηραντικὴν δύναμιν ἔχουσιν αἱ τοιαῦται κόπροι
9
μετρίαν ἑκατέραν καὶ πολὺ μετριώτεραί τε καὶ ἀμυδρότεραι
10
αἱ τῶν ψάρων. ἡ δέ γε τῶν κροκοδείλων κόπρος
11
ὥσπερ τῶν προσώπων τὴν ἔφηλιν ἀφαιρεῖν πέφυκεν, οὕτω
12
καὶ ἑλεῖν ἀλφοὺς καὶ λειχῆνας.