Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.)
urn:cts:greekLit:tlg0057.tlg075
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
editio(nes) critica(e):
translatio Latina: De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, pp. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1


9 λαʹ.Περὶ τῆς τῶν ὠῶν δυνάμεως.Ἀκόλουθον ἂν
10 εἴη τῇ περὶ τῶν μορίων διδασκαλίᾳ καὶ περὶ τῶν ὠῶν εἰπεῖν,
11 ἀλλαχόθι γὰρ αὐτῶν οὐκ ἔχω μνημονεῦσαι. μέρη μὲν
12 οὖν τῶν ζώων οὐκ ἔστι τὰ ὠὰ, καθάπερ οὐδὲ τῶν δένδρων
13 καρπὸς, οὐδὲ τῶν κυουσῶν τὰ ἔμβρυα, τοῖς δ’ ἐπιφυομένοις
14 ἀνάλογον ἔχει. φαίνεται δὲ τῶν ἐπιφυομένων τὰ μὲν
15 οἰκεῖα πάντῃ ταῖς φύσεσιν τῶν φυτῶν ζώων εἶναι, τὰ δ’
16 οὐ πάντῃ τοιαῦτα, καθάπερ ἰξὸς ἐπιφυόμενος ταῖς
17 δρυσὶν, οὐδ’ ἁπλῶς εἴ τι τοῖς δένδροις ἑτερογενὲς ἐπιφύεται
18 δένδρον θάμνος καρπὸς πόα ὅλως ἐκβλάστημά τι,  12.350
1 καθάπερ οἱ μύκητες. ἐκ δ’ οὖν τῶν οἰκείων ἐστὶ καὶ τὸ
2 ἔριον ἐπὶ τῶν προβάτων καὶ αἱ τρίχες ἐπὶ τῶν ἄλλων ζώων,
3 καὶ τὰ κέρατα δὲ τὰ ἀποπίπτοντα καὶ πάλιν φυόμενα, καθάπερ
4 ἐπὶ τῶν ἀῤῥένων ἐλάφων, ἐκ τούτου τοῦ γένους
5 ἐστί. τὰ δὲ κυούμενα τοῖς καρποῖς ἀνάλογον ἔχει, διαδοχῆς
6 ἕνεκα τοῦ γένους ὑπὸ τῆς φύσεως γινόμενα. τούτων ἕν τι
7 καὶ τὸ ὠόν ἐστιν, ἕνεκα τῆς τοῦ γένους διαμονῆς γεγονός.
8 ἔστι δὲ καὶ ὡς τροφὴ χρήσιμον, ἀλλὰ νῦν οὐ πρόκειται περὶ
9 τροφῆς λέγειν. ὅσα τοίνυν ὡς φάρμακα ἐνεργεῖ, ταῦτ’ εἰρήσεται
10 κατὰ τόνδε τὸν λόγον, ἐξ ὀλίγων τῶν κατὰ μέρος χρήσεων
11 εὑρισκόντων ἡμῶν τὴν δύναμιν αὐτοῦ, κατά τε τὰ μόρια
12 καὶ τὴν ὅλην οὐσίαν, ἐμάθομεν γὰρ ὅπως εὑρεθείσης τῆς
13 καθόλου δυνάμεως ἑκάστου τῶν ὄντων ἐπὶ πολλὰς κατὰ
14 μέρος χρήσεις ἄγειν αὐτὴν δυνάμεθα. προμεμαθήκαμεν δὲ καὶ
15 ὅπως ἐκ μιᾶς  δευτέρας πείρας ἐστὶ περὶ τῆς καθόλου
16 δυνάμεως συλλογίσασθαι. τὸ μὲν οὖν λευκὸν καὶ λεπτὸν
17 τῶν ὠῶν, καὶ πρὸς τὰς ὀφθαλμίας χρώμεθα, τῶν
18 ἀδηκτοτάτων ἐστὶ φαρμάκων, οὐδ’ ἀποτυχίαν εἶχον ἐκ δυσκρασίας 12.351
1 τοιαύτης, οἵαν ἔχει τὸ γάλα πολλάκις, ὡς ἔμπροσθεν
2 ἐδείκνυμεν ἐπὶ τῶν ἠπεπτηκότων ζώων ὑπερπεπεινηκότων
3 ὑπερδεδιψηκότων μοχθηροῖς ἐδέσμασι κεχρημένων, δὴ καὶ
4 μᾶλλον ἐπὶ γυναικῶν εἴωθε γίνεσθαι διὰ τὴν τῆς διαίτης πλημμέλειαν.
5 τὰ δ’ ὠὰ μίαν μόνην ἐπιδέχεται μοχθηρίαν τὴν ἐκ
6 τῆς παλαιότητος, ἣν ῥᾷστον φυλάττεσθαι τοῖς προσφάτοις
7 χρώμενον. ἔστι δὲ συνηθέστατον ἡμῖν εὐποριστώτατόν τε τὸ
8 τῶν ἀλεκτορίδων, καὶ διὰ τοῦτο αὐτῷ χρώμεθα μὴ δεόμενοι
9 τῶν ἄλλων, καίτοι τὴν αὐτὴν ἐχόντων φύσιν. τῇ κράσει δ’
10 ἐστὶ ψυχρότερον τοῦ συμμέτρου. χρηστέον οὖν τῷ λευκῷ
11 τῶν ὠῶν οὐ μόνον ἐπὶ τῶν ὀφθαλμῶν, ἀλλὰ καὶ ἐπὶ τῶν
12 ἄλλων ἁπάντων ὅσα τῶν ἀδηκτοτάτων δεῖται φαρμάκων,
13 ὡς τὰ καθ’ ἕδραν τε καὶ αἰδοῖον ἕλκη κακοήθη πάντα. μίγνυται
14 δὲ χρησίμως καὶ τοῖς τὰς ἐκ μηνίγγων αἱμοῤῥαγίας
15 ἐπέχουσι φαρμάκοις, ἅπερ ἐστὶν ἀδήκτως ἐμπλαττόμεντε
16 καὶ στύφοντα. καὶ πρὸς τὰ κακοήθη δὲ τῶν ἑλκῶν μίγνυται
17 τοῖς ξηραίνειν ἀδήκτως ταῦτα πεφυκόσιν, ὁποῖόν ἐστι 12.352
1 φάρμακον τε πεπλυμένος πομφόλυξ καὶ τῶν μεταλλικῶν
2 ἔνια πλυθέντα, περὶ ὧν προείρηται κατὰ τὸν ἴδιον λόγον.
3 ἔστι δὲ καὶ λέκιθος τῶν ὠῶν ὁμοίας φύσεως, καὶ διὰ
4 τοῦτο μίγνυται κηρωταῖς ἀδήκτοις ἑψηθέντων ὀπτηθέντων
5 τῶν ὠῶν. εὔδηλον δ’ ὅτι διοίσουσιν ἀλλήλων αὗται
6 βραχεῖαν διαφορὰν διὰ τὸ ξηραντικώτερα μὲν ἠρέμα γίγνεσθαι
7 τὴν ὄπτησιν, ὅσον δὲ προσέλαβε τῆς δυνάμεως ταύτης
8 τοσοῦτον ἀπολλύναι τοῦ παρηγορικοῦ. μίγνυται δὲ καὶ καταπλάσμασιν
9 ἀφλεγμάντοις, ὥσπερ ἐν ἕδρᾳ τοῖς διὰ μελιλώτου.
10 ὠμῷ δ’ ὅλῳ ὠῷ χρώμεθα, μιγνύντες ῥόδινον ἐπὶ
11 τῶν κατὰ βλέφαρα καὶ ὦτα καὶ τιτθοὺς φλεγμονῶν, ὅσαι
12 τε πληγέντων αὐτῶν καὶ ἄλλως γίγνονται καὶ κατὰ τῶν
13 νευρωδῶν δὲ σωμάτων, οἷον ἀγκῶνός τε καὶ τῶν κατὰ τοὺς
14 δακτύλους τενόντων ἄρθρων ἐν ποσί τε καὶ χερσίν. ἐν
15 ὄξει δ’ ἑψηθὲν ὠὸν βρωθείη, ξηραίνει τὰ κατὰ γαστέρα
16 ῥεύματα. καὶ εἰ μίξειας δ’ αὐτῷ τι τῶν πρὸς δυσεντερίαν
17 κοιλιακὴν διάθεσιν ἁρμοττόντων, εἴτ’ ἐπ’ ἀκάπνου τε καὶ
18 μετρίου πυρὸς, ὁποῖόν ἐστι τὸ ἐκ τῶν ἀνθράκων, ταγηνίσας 12.353
1 δοίης φαγεῖν, οὐ σμικρότατα τοὺς κάμνοντας ὠφελήσεις.
2 ἐπιτηδειότατα δὲ πρὸς τὴν τοιαύτην μίξιν ἐστὶν ὀμφάκιόν
3 τε καὶ ῥοῦς τε τοῖς ὄψοις ἐπιπαττόμενος, ἐρυθρὸς ὀνομαζόμενος,
4 τε χυλὸς αὐτοῦ κηκίς τε καὶ σίδια καὶ τέφρα
5 τῶν ὀπτηθέντων ὅλων κοχλιῶν. ἐπιτήδεια δὲ καὶ γίγαρτα
6 σταφυλῶν καὶ μύρτα καὶ μέσπιλα καὶ κράνα. φαρμακωδέστερα
7 δὲ τούτων βαλαύστιόν τε καὶ ὑποκυστὶς καὶ κύτινοι.
8 καὶ πρὸς κατακαύματα δὲ παραχρῆμα ὠμὸν ἐπιτιθέμενον
9 ὠφέλιμόν ἐστιν, εἴτε τις ἀναλαβὼν ἐρίῳ μαλακῷ τὸ λευκὸν
10 αὐτοῦ μόνον, εἴτε καὶ σὺν λεκίθῳ πᾶν ἀναδεύσας ἐπιθείη.
11 καὶ γὰρ ἐμψύχει μετρίως καὶ ἀδήκτως ξηραίνει. τοιούτῳ δ’
12 ὄντι χρώμεθα αὐτῷ καὶ πρὸς τὰ κατὰ τοῦ μετώπου τῶν
13 καλουμένων ἀνακολλημάτων ἐπιτιθέμενα καὶ τὰς ἐκ τῶν
14 βλεφάρων δὲ τρίχας ἀνακολλῶμεν, ἐπιμιγνύντες τι τῶν ἐπιτηδείων,
15 οἷός πέρ ἐστι καὶ λιβανωτὸς, καὶ μάλισθ’ ὅταν
16 λιπαρὸς καὶ μὴ παλαιὸς καὶ ξηρός. ἀλλ’ ἔν γε τοῖς τοιούτοις
17 γλισχρότης τοῦ λευκοῦ τῶν ὠῶν ἐστι χρήσιμος,
18 οὐχ κρᾶσις, εἰ μὴ καθ’ ὅσον οὐδὲν ἐναντιοῦται τῷ προσφερομένῳ 12.354
1 φαρμάκῳ, χρήσιμον εἶναί τις αὐτὴν λέγοι.  τινὰ
2 γὰρ τῶν γλίσχρων ἐναντιοῦται, καθάπερ ἰξὸς δριμὺς καὶ
3 θερμὸς ὢν εἰς τὰ μὴ δεόμενα θερμαίνεσθαι. καὶ λέλεκτα
4 γε πολλάκις ὡς τὰ μηδεμίαν ἰσχυρὰν ἔχοντα δύναμιν φάρμακα
5 μίγνυται τοῖς τὰς τοιαύτας ἔχουσιν δυνάμεις ὡς ὕλη
6 καὶ διὰ τοῦτ’ ἔστι πολύχρηστα τοῖς ἰσχυρῶς ἐνεργοῦσιν ὑπηρετοῦντα.
7 τοιοῦτον ὑπάρχον καὶ τὸ ὠὸν, ἅμα δὲ καὶ κατὰ
8 τὴν τῆς ἑψήσεως ὀπτήσεως ποσότητα προσεπικτώμενον
9 οὐ σμικρὰν διαφορὰν, πολύχρηστον γίνεται. τοῖς μὲν γὰρ
10 ξηραίνουσι τὰς ὑγρότητας φαρμάκοις ἑψηθέν τε καὶ ὀπτηθὲν
11 καὶ ταγηνισθὲν μίγνυται, τοῖς δὲ τὰ κατὰ θώρακα καὶ
12 πνεύμονα τέμνουσιν τὸ καλούμενον ῥοφητὸν, μέχρι τοσούτου
13 προσήκει δι’ ὕδατος ἕψειν, ὡς γενέσθαι θερμόν. κατὰ
14 δὲ τὴν αὐτὴν φύσιν ἐπὶ τῶν τετραχυσμένων τὴν φάρυγγα
15 διὰ κραυγὴν χυμοῦ δριμύτητα παραλαμβάνεται, περιπλαττόμενον
16 μὲν τοῖς πεπονθόσι μέρεσι καὶ προσμένον ὥσπερ
17 τι κατάπλασμα, τῷ δὲ τῆς οὐσίας ἀδήκτῳ παρηγοροῦν τε
18 ἅμα καὶ ἐκθεραπεῦον αὐτά. τῷ δ’ αὐτῷ λόγῳ καὶ τὰς  12.355
1 κατὰ τὸν στόμαχον καὶ γαστέρα καὶ ἔντερα καὶ κύστιν ἰᾶται
2 τραχύτητας.