Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.)
urn:cts:greekLit:tlg0057.tlg075
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
editio(nes) critica(e):
translatio Latina: De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, pp. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1


13 ιγʹ.Περὶ μήκωνος.Μήκων μέν τις ῥοιὰς ὀνομάζεται,
14 διότι ταχέως αὐτῆς ἀποῤῥεῖ τὸ ἄνθος, δέ τις ἥμερος,
15 ἐπειδὴ κηπεύεται. καὶ μὴν καὶ δύο ἐπ’ αὐταῖς εἰσιν
16 ἕτεραι μήκωνες ἄγριαι, μὲν οἷον ἐγκαθημένην ἔχουσα τὴν
17 κωδύαν, δὲ ἐπιμηκεστέραν μὲν  ταύτης, ὅλη δ’ αὐξανεστέρα 12.73
1 καὶ αὐχμηροτέρα. ταύτης τῆς μήκωνος ὀπὸς ἀποῤῥεῖ,
2 διὸ δὴ καί τινες ὀνομάζουσιν αὐτὴν ῥοιάδα. δὲ δύναμις
3 ἁπασῶν ψυκτική. ἀλλὰ τῆς μὲν κηπευομένης, ἣν δὴ καὶ
4 θυλακίτιδα προσαγορεύουσι, μετρίως ἐστὶν ὑπνῶδες τὸ σπέρμα
5 λευκὸν ὀφθῆναι. ταῦτα ἄρα καὶ τοῖς ἄρτοις ἐπιπάττουσιν
6 αὐτῶν καὶ σὺν μέλιτι δεύσαντες ἐσθίουσι. τῆς δὲ πρώτης
7 ῥηθείσης, ἧς ταχέως ἀποῤῥεῖν φαμεν τὸ ἄνθος, ἰσχυρότερον
8 ψύχει τὸ σπέρμα, ὥστε οὐκ ἂν αὐτῷ μόνῳ χρήσαιτό τις
9 ἀλύπως, ὥσπερ τῆς κηπευομένης μέλιτι μιγνύων. ὑπνῶδες
10 δέ ἐστιν ἱκανῶς οὕτω ληφθὲν, ἀλλ’ ὀλίγον ἐπιπάττουσιν
11 αὐτὴν τοῖς τε διὰ μέλιτος πέμμασι καὶ ἰτρίοις καὶ τοῖς
12 ἄρτοις. τῆς δὲ τρίτης ῥηθείσης τὸ σπέρμα μέλαν ὑπάρχον
13 ἤδη φαρμακῶδές ἐστιν ἱκανῶς ψῦχον. δὲ τετάρτη ῥηθεῖσα
14 φαρμακωδεστάτη πασῶν ἐστι καὶ κατὰ τὸ σπέρμα καὶ κατὰ
15 τὰς κωδείας καὶ κατὰ τὰ φύλλα καὶ κατὰ τὸν ὀπόν· ἰσχυρῶς
16 γὰρ ψύχει μέχρι νάρκης ἄγουσα καὶ νεκρώσεως, ὅθεν
17 ἰατροῦ τὸ χρήσασθαι καλῶς αὐτῇ, μιγνύντα φαρμάκοις
18 ἀμβλύνουσι τὸ τῆς ψύξεως ἰσχυρόν. ἔστι γὰρ ἐκ τῆς τετάρτης 12.74
1 ἐσχάτης τε τάξεως τῶν ψυχόντων. ὡς δ’ ἄν τις μάλιστα
2 μεθόδῳ ποιοῖτο τὴν μίξιν, οὐ τῆς ἐνεστώσης πραγματείας
3 ἴδιον, ἀλλὰ τῆς περὶ συνθέσεως φαρμάκων, ἣν ἐφεξῆς
4 τῇδε γράφομεν.