8
ξεʹ.Περὶ κύπρου.Κύπρος. τούτου τοῦ δένδρου
9
τὰ φύλλα καὶ οἱ ἀκρέμονες εἰς χρείαν ἥκουσι, μάλιστα μικτῆς
10
ὄντα δυνάμεώς τε καὶ κράσεως. ἔχει μὲν γάρ τι καὶ διαφορητικὸν
11
ἐξ ὑδατώδους οὐσίας θερμῆς συμμέτρως, ἔχει δέ
12
τι στυπτικὸν ἐκ τῆς ψυχώσεως γεώδους, ὅθεν ἀφεψοῦντες
13
μὲν αὐτὰ καταντλοῦσι τῷ ὕδατι τὰ πυρίκαυτα. χρῶνται δὲ
14
καὶ κατὰ τῶν πυρωδῶν φλεγμονῶν καὶ ἀνθράκων· ἔστι γὰρ
15
ἀλύπως τε καὶ ἀδήκτως ξηραντικά. καὶ μὲν καὶ τοῖς ἐν τῷ
16
στόματι γιγνομένοις ἕλκεσιν αὐτομάτοις καὶ μάλιστα τοῖς
17
ἀφθώδεσιν αὐταῖς τε τῶν παίδων ταῖς ἄφθαις ἁρμόττει
18
διαμασώμενα.