1
ιαʹ.Περὶ σπόγγου.Σπόγγος ὁ μὲν κεκαυμένος δριμείας
2
ἐστὶ καὶ διαφορητικῆς δυνάμεως. ἐχρῆτο δ’ αὐτῷ τις
3
τῶν ἡμετέρων διδασκάλων καὶ πρὸς τὰς ἐν ταῖς χειρουργίαις
4
αἱμοῤῥαγίας, ἕτοιμον ἔχων ξηρὸν μὲν καὶ ἄνικμον, δεδευμένον
5
δὲ μάλιστα μὲν ἀσφάλτῳ, μὴ παρούσης δὲ ταύτης
6
πίττῃ, προσετίθει δ’ αὐτὸν τοῖς αἱμοῤῥαγοῦσι χωρίοις, ἔτι
7
καιόμενον, ὡς ἐσχαροῦσθαί τε ἅμα τὸ μόριον καὶ οἷον πῶμά
8
τι λαμβάνειν αὐτὸ τὸ σῶμα τοῦ καυθέντος σπόγγου.
9
καινὸς δ’ ὁ σπόγγος αὐτὸς καθ’ ἑαυτὸν οὐχ ὡς ἔριον ἢ
10
μοτὸς τιλτὸς, ὕλη μόνον ἐστὶ τῶν ἐπιβρεχομένων ὑγρῶν,
11
ἀλλὰ καὶ ξηραίνει σαφῶς. εἴσῃ δὲ χρησάμενος ἐπὶ τραύματος
12
αὐτῷ μόνῳ μεθ’ ὕδατος ἢ ὀξυκράτου ἢ οἴνου κατὰ τὰς
13
τῶν σωμάτων διαφορὰς, ὡς προείρηται, κολλήσει γὰρ αὐτὰ
14
παραπλησίως τοῖς ἐναίμοις ὀνομαζομένοις φαρμάκοις. εἰ δὲ
15
μὴ καινὸς, ἀλλ’ ἀπὸ χρήσεως εἴη, γνώσῃ σαφῶς ὅσον ἀπολείπεται
16
τοῦ καινοῦ κατὰ τραυμάτων ἐπιτιθέμενος εἴτ’ οὖν
17
ὕδατι βεβρεγμένος εἴτ’ οἴνῳ εἴτ’ ὀξυκράτῳ. καὶ οὐδὲν θαυμαστὸν
18
ἐπὶ τοῦ καινοῦ σπόγγου, διασωζομένης ἔτι τῆς δυνάμεως 12.377
1
ἣν ἐκ τῆς θαλάττης εἶχε, ξηραίνεσθαι μετρίως τὰ σώματα.
2
ταῦτα δὲ δύναται ποιεῖν, ὅταν ἔτι διασώζῃ τὴν ἀπὸ
3
τῆς θαλάττης ὀσμὴν, ὡς ἔν γε τῷ χρόνῳ, κᾂν μηδέπω πρὸς
4
χρῆσιν ἠγμένος ᾖ, τήν τ’ ὀσμὴν ἀπόλλυσι καὶ ξηραίνειν
5
ὁμοίως οὐ δύναται.