1
βʹ.Περὶ ὑείου αἵματος.Ὕειον μὲν οὖν ὑγρόν ἐστιν
2
καὶ ἧττον θερμὸν, ἀνθρωπείῳ μάλιστα κατὰ τὴν κρᾶσιν ἐοικὸς,
3
εἵπερ γε καὶ σάρκες τῶν ὑῶν ἐοίκασι ταῖς τῶν ἀνθρώπων.
4
ἴσμεν γοῦν ἤδη πολλοὺς ἁλόντας πανδοκέας τε καὶ
5
μαγείρους ἐν τῷ πιπράσκειν ὡς ὕεια τὰ τῶν ἀνθρώπων
6
κρέα, καίτοι τῶν ἐσθιόντων αὐτὰ διαφορᾶς οὐδεμιᾶς οὐδεὶς
7
ᾐσθάνετο. ἀλλὰ καὶ διηγουμένων τινῶν ἤκουσα πιστῶν ἀνθρώπων
8
ἐδηδοκέναι μὲν ἔν τινι πανδοχείῳ ζωμὸν δαψιλῆ
9
μετὰ κρεῶν ἡδίστων, ἤδη δὲ ἐμπεπλησμένων, εὑρεῖν ἐν αὐτῷ
10
δακτύλου μέρος τὸ πρόσω κατ’ αὐτὸν τὸν ὄνυχα, φοβηθέντες
11
δὲ τοὺς ἐν τῷ πανδοχείῳ μὴ καὶ αὐτοὺς φάγωσιν ὡς
12
εἰθισμένοι τοῦ πράγματος, αὐτίκα μὲν ἐξελθεῖν, ἐμέσαντες
13
δὲ τὰ ἐδηδεσμένα τῆς ὁδοιπορίας ἔχεσθαι. καὶ μέντοι καὶ
14
φωραθῆναι τοὺς κατὰ τὸ πανδοχεῖον οὐ μετὰ πολὺν χρόνον
15
ἔφασαν ἐφ’ οἷς ἔσφαττον ἀνθρώπους, ὥστ’ εἰκότως
16
ἄν τις ὑπολάβοι καὶ τὸ αἷμα τῶν ὑῶν ὁμοιότατον εἶναι τῷ
17
τῶν ἀνθρώπων. ἐκ γὰρ τοιούτου αἵματος ἥ τε πρώτη γένεσίς
18
ἐστι καἰ ἡ μετὰ ταῦτα τροφὴ ταῖς σαρξὶν, ὥστε καὶ 12.255
1
ὅστις ἀνθρώπειον αἷμά φησιν εἶναι πρός τι νόσημα χρήσιμον,
2
ἐν ὑείῳ πρότερον ἐπιδειξάσθω, καὶ εἰ μὴ τὴν αὐτὴν,
3
ἀλλ’ ὁμοίαν ἐνέργειαν. εἰ γὰρ καὶ κατά τι τῆς δυνάμεως ἀπολείποιτο
4
ἀνθρωπείου αἵματος, παραπλήσιον γοῦν τι δράσει,
5
δι’ οὗ γνωσθέντος ἐλπίσομεν ὑπ’ ἀνθρωπείου τελεώτερον
6
ἔσεσθαι τὴν ὠφέλειαν. ὡς ἐάν γε μηδὲ μικρόν τι φαίνηται
7
τῆς ἐπαγγελίας διασῶζον, οὐδ’ ἐπ’ ἀνθρωπείου λόγον ἔχει
8
πειρᾶσθαι. τὰ μὲν γὰρ ὅμοια τῶν ὁμοίων εἶναι ποιητικὰ
9
πεπειράμεθα. περιστερᾶς γοῦν αἷμα παρ’ ἡμῖν ἐν Περγάμῳ,
10
σχεδὸν δὲ καὶ καθ’ ὅλην τὴν Ἀσίαν, εἰώθασιν οἱ ἀνατρήσαντες
11
ὀστᾶ κεφαλῆς κατεαγότα κατασχεῖν τῆς παχείας μήνιγγος.
12
εἶτά τις ἔχων μὲν κατὰ τύχην φάτταν, οὐκ ἔχων δὲ
13
περιστερὰν, ἐχρήσατο τῷ τῆς φάττης αἵματι καὶ ὅμως ὁ
14
ἄνθρωπος ἐσώθη. καὶ ἄλλος δὲ τρυγόνος ἐπ’ ἄλλῳ χρησάμενος,
15
οὐδὲν ἔβλαψε τὸν ἄνθρωπον. τοῖς γὰρ ὁμοίοις
16
ἐπὶ τῶν αὐτῶν χρῆσθαι παθῶν μὴ παρόντων τῶν προπεπειρασμένων
17
ἕν τι τῶν ὁμολογουμένων ἐστὶ καὶ μαρτυρουμένων
18
ὑπὸ τῆς ἐμπειρίας. καὶ τά γε πλεῖστα τοῦ τῶν ἀνθρώπων
19
βίου κατὰ τοῦτον περαίνεται τὸν τρόπον.