14
ιζʹ.Περὶ πευκεδάνου.Πευκεδάνου τῇ ῥίζῃ μὲν μάλιστα,
15
χρώμεθα δὲ καὶ τῷ ὀπῷ καὶ τῷ χυλῷ. ἔστι δὲ πάντα
16
μὲν ταῦτα τῆς αὐτῆς τῷ εἴδει δυνάμεως. ἰσχυρότερος δ’ αὐτῶν
17
ὁ ὀπὸς ἱκανῶς θερμαίνων καὶ διαφορῶν, ὅθεν καὶ τοῖς
18
κατὰ τὰ νεῦρα πάθεσιν ἅπασιν ἁρμόττειν πεπίστευται. καὶ 12.100
1
τὰ κατὰ πνεύμονά τε καὶ θώρακα νοσήματα τὰ διὰ πάχος
2
ἢ γλισχρότητα χυμῶν γινόμενα. καὶ εἴσω μὲν τοῦ σώματος
3
λαμβανόμενος, ἀλλὰ καὶ ὀσμώμενος ὠφελεῖ. τῷ δὲ λεπτύνειν
4
καὶ τέμνειν καὶ ὀδόντων τετρημένων ἐνίοτε παραχρῆμα τὰς
5
ὀδύνας ἔπαυσεν, ἐντεθεὶς τῷ βρώματι, διότι λεπτομερής τ’
6
ἐστὶ καὶ θερμαντικός. καὶ μὲν δὴ καὶ σπλῆνας ἐσκιῤῥωμένους
7
ὠφελεῖ τῷ τέμνειν καὶ διαφορεῖν καὶ λεπτύνειν τοὺς
8
παχεῖς χυμούς. τῇ δὲ ῥίζῃ πρὸς ταῦτα μὲν ἔστι χρῆσθαι.
9
καὶ λεπίδας δὲ ὀστῶν ἀφίστησι τάχιστα, διότι ξηραίνει σφοδρῶς,
10
ἔλαττον δὲ ἢ κατὰ τὸν ὀπὸν θερμαίνουσα. καὶ τοῖς
11
κακοήθεσιν ἕλκεσιν ἄριστόν ἐστι φάρμακον ἐπιπλαττομένη
12
ξηρά. αὐτὴ γὰρ καθαίρει καὶ σαρκοῖ καὶ μέχρι τῶν ἐπουλώσεων
13
ἄγει, θερμαίνουσα μὲν κατὰ τὴν δευτέραν τάξιν
14
ἤδη που συμπληρουμένην, ξηραίνουσα δὲ κατὰ τὴν τρίτην
15
ἀρχομένην.