11
μηʹ.Περὶ σχίνου.Σχῖνος, ὁ θάμνος οὗτος ἐξ ὑδατώδους
12
οὐσίας ἀτρέμα θερμῆς τῇ δυνάμει καὶ γεώδους ψυχρᾶς,
13
οὐ πολλῆς σύγκειται, δι’ ἣν καὶ στύφει μετρίως. ξηραίνει
14
μὲν οὖν κατὰ τὴν δευτέραν τάξιν ἤδη συμπληρουμένην,
15
ἢ τὴν τρίτην ἀρχομένην. ἐν δὲ τῇ κατὰ θερμότητα καὶ
16
ψυχρότητα διαφορᾷ μέσος πώς ἐστι καὶ σύμμετρος. ὁμοίαν
17
δὲ ἐν ἅπασιν ἔχει τοῖς ἑαυτοῦ μέρεσι· τὴν στύψιν, ἐν ῥίζαις,
18
ἐν κλάδοις, ἐν ἀκρέμοσιν, ἐν βλαστοῖς, ἐν φύλλοις, ἔτι δὲ
19
καρπῷ τε καὶ φλοιῷ. καὶ εἰ χυλὸν δ’ ἐκ τῶν φύλλων αὐτοῦ 12.136
1
χλωρῶν ἐκθλίψαις, ὁμοίας μὲν καὶ οὗτός ἐστι τάξεως
2
στύφων μετρίως, ὅθεν καὶ πίνεται καθ’ ἑαυτήν τε καὶ σὺν
3
τοῖς ἄλλοις φαρμάκοις, ὅσα δυσεντερίας τε καὶ κοιλιακὰς
4
διαθέσεις ἰᾶται. καὶ μὲν δὴ καὶ πρὸς τὰς τοῦ αἵματος πτύσεις
5
καὶ τὰς ἐκ μήτρας αἱμοῤῥαγίας καὶ προπτώσεις ἕδρας
6
τε καὶ ὑστέρας ἐπιτήδειός ἐστιν ἐγγύς τι τῆς ὑποκυστίδος
7
ὑπάρχων.