18
στʹ. Περὶ καπνίου.Κάπνιος οἱ δὲ καπνὸν ὀνομάζουσι,
19
δριμείας ἅμα καὶ πικρᾶς μετέχει ποιότητος, οὐκ ἀπήλλακται 12.9
1
δὲ παντάπασιν οὐδὲ τῆς στρυφνῆς, ὅθεν οὖρά τε
2
χολώδη προτρέπει πολλὰ καὶ τὰς καθ’ ἧπαρ ἐμφράξεις τε
3
καὶ ἀτονίας ἰᾶται, καὶ ὁ χυλὸς δ’ αὐτῆς ὀξυδερκής ἐστι καὶ
4
ἐπισπώμενος οὐκ ὀλίγον δάκρυον, ὥσπερ ὁ καπνὸς, ἐντεῦθεν
5
δ’ αὐτῇ καὶ τοὔνομα. ἐχρῆτο δ’ αὐτῇ τις ἰδιώτης καὶ
6
ὡς στόμαχον ῥωννυούσῃ μετὰ τοῦ καὶ γαστέρα λαπάσσειν.
7
ἐξήραινε γὰρ τὴν πόαν πρότερον καὶ ἀπετίθετο καὶ οὕτως
8
ἀπέπασσεν ὑπαγωγῆς μὲν ἕνεκα μελικράτῳ, ῥωννύναι δὲ βουλόμενος
9
τὸν στόμαχον οἴνῳ κεκραμένῳ [δηλονότι].