Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.)
urn:cts:greekLit:tlg0057.tlg075
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
editio(nes) critica(e):
translatio Latina: De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, pp. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1


6 δʹ.Περὶ αἵματος νυκτερίδος τε καὶ λαγωοῦ καὶ ἀλεκτορίδων
7 καὶ αἰγῶν καὶ ἀρνῶν καὶ ἐρίφων ἄρκτων τε καὶ
8 ταύρων καὶ τράγων.
καθάπερ οὐδὲ τὸ τῆς νυκτερίδος,
9 γεγράφασιν ἔνιοι, καταχριόμενον τοῖς τιτθοῖς τῶν παρθένων
10 ἄχρι πλείστου προσεσταλμένους αὐτοὺς διαφυλάττει. ἔστι
11 δὲ καὶ τοῦτο ψεῦδος, ὥσπερ γε καὶ τὸ μὴ φύεσθαι τρίχας
12 ἐν ταῖς μασχάλαις, καλῶς ποιῶν Ξενοκράτης διέβαλεν
13 ὡς οὐκ ἀληθές. αὐτὸς δ’ ἀξιοῖ μετὰ τὴν ἐκείνου χρῆσιν
14 χάλκανθον ἐπιπάττειν σπέρμα κωνείου.  καί φησιν
15 οὕτω πραξάντων μηδ’ ὅλως φύεσθαι τὰς τρίχας χνοώδεις
16 φύεσθαι, ὥσπερ μικρόν τι φάρμακον προσφέρων τὸ
17 σπέρμα τοῦ κωνείου καὶ οὐχ ἱκανὸν αὐτὸ καθ’ αὑτὸ καταψῦξαι
18 γενναίως οἷς ἂν ἐπιτεθῇ μορίοις. ἔνιοι δὲ καὶ τοῖς 12.259
1 αἰδοίοις τῶν παίδων ἐπαλείφουσι τὸ τῆς νυκτερίδος αἷμα,
2 νομίζοντες ἐκ τούτου φυλάξειν ἄνηβα μέχρι πλείστου τὰ
3 μόρια. καίτοι γ’ ἐχρῆν οὐδὲ μέχρι πλείστου νομίζειν, ἀλλὰ
4 διὰ παντὸς ἔσεσθαι τοιαῦτα, καθάπερ οἴονται καὶ τὰς μασχάλας.
5 ἐκ μὲν οὖν τοῦ ψυγῆναι σφοδρῶς τὸ μόριον εὔλογόν
6 ἐστι γενέσθαι τι τοιοῦτον, οὐ μὴν τό γε τῆς νυκτερίδος
7 αἷμα ψυχρὸν εἰς τοσοῦτόν ἐστι κατὰ δύναμιν, ὅλως γὰρ
8 οὐδὲν αἷμα ψυχρόν ἐστιν. ὡς τροφῇ μέντοι πολλάκις αἵματι
9 χρῶνται πολλοὶ τοῦ τε λαγωοῦ καὶ τῶν ἀλεκτορίδων καὶ
10 τῶν αἰγῶν, ἀλλὰ τῷ μὲν τοῦ λαγωοῦ καὶ τῶν ἀλεκτορίδων
11 οὐκ ὀλίγοι καὶ τῶν ἐν ταῖς πόλεσι, τῷ δὲ τῶν αἰγῶν οἱ
12 κατὰ τοὺς ἀγροὺς ἐμπιπλάντες αὐτῶν τὰς γαστέρας ἅμα τῇ
13 πιμελῇ, καθάπερ Ὅμηρος ἔφη τοὺς μνηστῆρας. ἀλλὰ νῦν
14 ἡμῖν λόγος ἐστὶν οὐ περὶ τῶν ἐν τροφῆς χώρᾳ προσφερομένων,
15 ἀλλὰ τῶν ὡς φαρμάκων. ἔνια δ’, ὡς καὶ πρόσθεν
16 εἴρηται, τροφαί τε ἅμα καὶ φάρμακά ἐστιν, ὧν ἐν τῇδε τῇ
17 πραγματείᾳ καθ’ ὅσον φάρμακά ἐστιν, οὐ καθ’ ὅσον τροφαί.
18 καὶ γὰρ καὶ ὅσοι τὸ αἷμα τῆς αἰγὸς τοῖς ὑδεριῶσι  12.260
1 μετὰ μέλιτος ἔδοσαν ὡς φάρμακον, οὐχ ὡς τροφὴν αὐτὸ
2 προσφέρουσιν, καὶ ὅσοι πρὸς δυσεντερίαν ὀπτήσαντες πρὸς
3 ῥεῦμα γαστρὸς ἐχρήσαντο. καί μοι δοκεῖ τὸ παχυμερὲς αὐτοῦ
4 καὶ γεῶδες ἅμα θερμότητι ξηραντικὸν ὑπολαβὼν εἶναι
5 πρὸς ταύτην τὴν χρῆσιν ἀφικέσθαι τις. εἰς δὲ τὰς μηνίγγων
6 αἱμοῤῥαγίας ἀλεκτρύονός τε καὶ ἀλεκτορίδος αἷμα γεγραμμένον
7 ὑπ’ αὐτῶν εὑρὼν, οὔτ’ ἤλπισα δράσειν τι μέγα καὶ τῇ
8 πείρᾳ κρίνειν ἅμα μὲν ᾐδέσθην, ὡς μὴ περίεργος μωρὸς
9 εἶναι δοκοίην, εἰ τοσαῦτά τε καὶ τοιαῦτα φάρμακα δόκιμα
10 παρελθὼν ἐλπίζοιμι τὸ τῶν ὀρνίθων τούτων αἷμα μᾶλλον
11 ἀνύσειν, ἅμα δ’ ἐπισφαλοῦς οὔσης τῆς τοιαύτης αἱμοῤῥαγίας
12 οὐκ ἐδόκει μοι καλῶς ἔχειν ἐπί τι τῶν ἀπειράστων ἀφικνεῖσθαι.
13 σφαλερὰ γὰρ οὕτως τοιαύτη πεῖρα καὶ μόνοις βασιλεῦσιν
14 ἐπὶ πονηρῶν ἀνθρώπων εὐλόγως παραλαμβανομένη.
15 προκατέγνων δὲ καὶ τοῦ τῶν ἀρνῶν αἵματος, θεραπεύειν
16 ἐπιληψίαν ἔνιοί φασι πινόμενον, οὐκοῦν οὐδὲ τοῦτο τῇ πείρᾳ
17 κρίνειν ἤμελλον. εἰ δέ τις βούλεται πειραθῆναι, σαφῶς οἶδα 12.261
1 καταγινωσκόμενον αὐτῶν τῶν γραψάντων τὰ τοιαῦτα. πάντα
2 γὰρ ὅσα πινόμενα φάρμακα τοὺς ἐπιληπτικοὺς ὀνίνησι, τῆς
3 τεμνούσης ἐστὶ δυνάμεως, ἥκιστα δὲ τοιοῦτο τὸ τῶν ἀρνῶν
4 αἷμα. τὸ δ’ ἐπὶ τοῦ τῶν ἐρίφων αἵματος εἰρημένον ὑπὸ
5 Ξενοκράτους, ἐνδεχόμενον εἶναι νομίσας ἀνύειν τι διὰ τὴν
6 τοῦ ὄξους μίξιν ὑπερεθέμην τινὶ πρᾶξαι τῶν ἐν ἀγρῷ διαιτωμένων
7 ἀνδρὶ φιλογεώργῳ μὲν, πεπαιδευμένῳ δὲ τὴν πρώτην
8 παιδείαν, καί φησιν αὐτῷ κεχρημένος ἐπὶ δυοῖν αἷμα
9 πτυσάντων ὠφέλειάν τινα πεπειρᾶσθαι. ἐδόκει δέ μοι μηδέτερος
10 αὐτῶν ἐξ ὧν διηγεῖτο μήτ’ ἐξ ἀρτηρίας αὐτὸ μήτε
11 ἐκ λάρυγγος πνεύμονος ἐπτυκέναι. γράφει γοῦν Ξενοκράτης
12 ἐν τῷ πρώτῳ περὶ τῆς ἀπὸ τῶν ζώων ὠφελείας,
13 ἔνθα περὶ ἐρίφων διαλέγεται, κατὰ λέξιν ᾧδε· πρὸς τοὺς
14 αἱμοπτυϊκοὺς πάνυ ὠφέλιμον. χρὴ δὲ μήπω πεπηγότι ὅσον
15 ἡμικοτυλίῳ παραμῖξαι ὄξους δριμέος ἶσον, ἔπειτ’ ἀναζέσαντα
16 τριχῇ διανέμειν, διδόναι τε καταῤῥοφεῖν ἑκάστης ἡμέρας μέρος
17 ἓν, ὥστ’ ἔξεστί σοι κατ’ ἀγρόν ποτε τῶν ἄλλων ἀποροῦντι
18 καὶ τούτῳ χρήσασθαι τὴν πεῖραν ἀκίνδυνον ἔχοντι. 12.262
1 τό γε μὴν τῆς ἄρκτου κατὰ τῶν ἀποστημάτων θερμὸν ἐπιτιθέμενον
2 ἐγχωρεῖ πεπαίνειν αὐτά.  προσθήσω δὲ τῷ
3 λόγῳ καὶ τὸ τῆς αἰγός τε καὶ τράγου καὶ ταύρου. καί σοι
4 πάρεστιν, εἰ βούλει, παρελθόντι μυρία τῶν εὐπορίστων φαρμάκων
5 οἷς ἀποστήματα πεπαίνομεν ἄρκτους καὶ ταύρους καὶ
6 τράγους καταθύειν ἐφ’ ἑκάστῃ δηλονότι χρήσει. οὐ γὰρ δὴ
7 ἅπαξ γέ τις ἐπιθεὶς κατὰ τοῦ πεπονθότος μορίου τὴν ἐπαγγελίαν
8 ἀπαιτήσει τοῦ φαρμάκου, οὐ μὴν οὐδὲ ψυχρὸν ἤδη
9 γεγονὸς ὡς πεπηγέναι.