Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.)
urn:cts:greekLit:tlg0057.tlg075
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
editio(nes) critica(e):
translatio Latina: De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, pp. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1


17 Κεφ. αʹ.αʹ.Περὶ ἀβροτόνου τε καὶ ἀψινθίου καὶ
18 τῶν ἑκατέρου εἰδῶν.
Ἀβροτόνου ταύτης τῆς πόας οὔτε 11.799
1 τὴν ἰδέαν χρὴ γράφειν ἐπὶ τοσούτοις τε καὶ τοιούτοις ἀνδράσιν
2 οὔτε τὰς κατὰ μέρος ἐνεργείας ὡς ἐκεῖνοι, κᾂν εἰ
3 μὴ διωρισμένως, ἀλλὰ σαφῶς γοῦν ἐδήλωσαν. εἰρήσεται δὲ
4 καὶ ἡμῖν ἐπιπλέον ὑπὲρ αὐτῶν ἐν τῇ περὶ συνθέσεως φαρμάκων
5 πραγματείᾳ καὶ τῇ τῶν εὐπορίστων, ἔστι δ’ ὅτε
6 κᾀν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν, ὅταν χρεία
7 καλῇ. μόνον δὲ, ὅπερ ἐξ ἀρχῆς πρόκειται, τὰς καθόλου δυνάμεις
8 ἁπάντων τῶν φαρμάκων ἐπισκέψασθαι, τοῦτο κᾀπὶ
9 τῶν ἄλλων μὲν ἕπεται, καὶ νῦν δὲ ἤδη ποιητέον αὐτὸ καὶ
10 λεκτέον ὡς θερμόν τέ ἐστι καὶ ξηρὸν τὴν δύναμιν τὸ ἀβρότονον,
11 ἐν τρίτῃ που τάξει καὶ ἀποστάσει μετὰ τὰς συμμετρίας
12 τεταγμένον, διαφορητικήν τέ τινα καὶ τμητικὴν ἔχον
13 δύναμιν. τῆς αὐτῆς δ’ ἐστὶ δυνάμεως καὶ τρίψις αὐτοῦ
14 εἰληφυῖα, ὥσπερ τὸ σαρκωτικόν τε καὶ δακνῶδες. ὅτι δὲ
15 καὶ ὡς πρὸς τὴν εὔκρατον φύσιν τοιαύτη τάξις ἐξετάζεται
16 πρόσθεν εἴρηται πολλάκις. ἐξεύρομεν δ’ αὐτοῦ τὴν κρᾶσιν
17 οὐχ ἥκιστα μὲν καὶ τῇ γεύσει τεκμηράμενοι, πικρὸν γὰρ
18 ἱκανῶς ἐστιν. δὲ τοιοῦτος χυμὸς ἐδείκνυτο γεώδης μὲν 11.800
1 ὢν τὴν οὐσίαν, ὑπὸ θερμότητος δαψιλοῦς λεπτύνεσθαι, ὥστε
2 καὶ θερμαίνειν καὶ ξηραίνειν οὐκ ἀγεννῶς. οὐ μὴν ἀλλὰ
3 καὶ τῇ διωρισμένῃ πείρᾳ, περὶ ἧς ἔμπροσθεν εἴρηται πολλάκις,
4 ἀκριβῶς βασανίσαντες ἐκ τῆς αὐτῆς εὕρομεν τὸ φάρμακον
5 τοῦτο κράσεως. εἴτε γὰρ κόψας τὴν κόμην ἅμα τοῖς
6 ἄνθεσιν, ἄχρηστον γὰρ αὐτοῦ τὸ λοιπὸν κάρφος, ἐπιπάττοις
7 ἕλκει καθαρῷ, δακνῶδές τε καὶ ἐρεθιστικὸν φαίνεται, εἴτε
8 ἀποβρέξας ἐν ἐλαίῳ καταντλεῖν ἐθελήσαις ἤτοι κεφαλὴν
9 γαστέρα, θερμαῖνον σφοδρῶς εὑρεθήσεται. καὶ μὲν δὴ καὶ
10 ὅσοι κατὰ περιόδους ἁλίσκονται ῥίγεσιν, εἰ καὶ τούτους
11 ἀνατρίβοις πρὸ τῆς εἰσβολῆς, ἧττον ῥιγῶσιν, ἀλλ’ οὐδὲ τὴν
12 αἴσθησιν εὐθὺς ἅμα τῷ προσφέρεσθαι λανθάνει θερμαῖνον.
13  ὅτι δὲ ἕλμινθας ἀναιρεῖν εἰκός ἐστι πικρὸν ὑπάρχον
14 αὐτὸ καὶ πρὸ τῆς πείρας εὔδηλον, εἴ τι μεμνήμεθα τῶν ἐν
15 τῷ τετάρτῳ τῶνδε τῶν ὑπομνημάτων εἰρημένων ὑπὲρ τοῦ
16 πικροῦ χυμοῦ τῆς φύσεως. εἰδήσεις δ’ εὐθὺς ὡς καὶ διαφορητικήν
17 τινα καὶ τμητικὴν ἔχει δύναμιν. ἀλλὰ καὶ ὡς
18 μᾶλλον ἀψινθίου τοῦτο ὑπάρχειν ἀναγκαῖον αὐτῷ συλλογίσασθα11.801
1 σοι παρέσται πρῶτον μὲν ἐκ τῆς γεύσεως. ἐλαχίστης
2 γάρ τινος μετέχει στρυφνότητος τὸ ἀβρότονον, ἀψίνθιον
3 δὲ οὐκ ὀλίγης· ἔπειτα δὲ κᾀκ τοῦ κακοστόμαχον εἶναι
4 τὸ ἀβρότονον, ὥσπερ οὖν καὶ τὸ σέριφον, εὐστόμαχον δὲ
5 τὸ ἀψίνθιον. ἐδείχθη γὰρ καὶ περὶ τούτων πρόσθεν ὡς τὸ
6 μὲν πικρὸν αὐτὸ καθ’ αὑτὸ παντελῶς εἴη κακοστόμαχον,
7 τὸ δὲ αὐστηρὸν στρυφνὸν ὅλως στῦφον εὐστόμαχον.
8 ἐπιμιγνυμένων δὲ τῶν ποιοτήτων ἀλλήλαις σφοδροτέρα
9 ἂν ἐπικρατοίη. ταῦτ’ οὖν ἀρκεῖ σοι γινώσκειν ἐν τῇδε τῇ
10 πραγματείᾳ. δειχθήσεται γὰρ ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου
11 γράμμασιν ὡς ἄν τις τοιούτῳ φαρμάκῳ κάλλιστα
12 χρῷτο. καὶ διὰ τοῦτο μηκέτι ἐπιζήτει ἀκούειν μήθ’ ὅτι
13 σὺν ἑφθῷ μήλῳ κυδονίῳ καταπλασθὲν ἄρτῳ φλεγμονὰς
14 ὀφθαλμῶν ἰᾶται, μήθ’ ὅτι διαφορεῖ φύματα σὺν ὠμηλύσει
15 λεῖον ἑψηθέν. οὐδὲ γὰρ τούτων οὐδέτερον οὔτε τῶν ἄλλων
16 οὐδὲν τῆς νῦν πραγματείας ἴδιόν ἐστιν, ἀλλὰ τοῖς μὲν ἐμπειρικὴν
17 διδασκαλίαν ποιουμένοις ἐν τοῖς εὐπορίστοις γράφεται 11.802
1 φαρμάκοις, ὅσοι δὲ λογικῶς ἀσκῆσαι τὴν τέχνην βούλονται,
2 τῆς θεραπευτικῆς ἐστι χρεία τούτοις μεθόδου. τά τε
3 γὰρ ἄλλα καὶ βλαβείη τις ἂν μᾶλλον ὠφεληθείη πρὸς
4 τῆς τοιαύτης ἱστορίας. Ἱπποκράτει μὲν οὖν ἐν ἀφορισμοῖς
5 γράφοντι, ὀδύνας ὀφθαλμῶν ἀκρατοποσίη λουτρὸν πυρίη
6 φλεβοτομίη φαρμακείη λύει· μὴ μέντοι προστιθέντι,
7 ποίας μὲν οὖν ὀδύνας ἀκρατοποσία, ποίας δὲ λουτρὸν,
8 καὶ τίνας μὲν πυρία, τίνας δὲ φλεβοτομία, τίνας δὲ
9 φαρμακεία, συγχωρήσειεν ἄν τις, οἶμαι, διὰ τρεῖς αἰτίας. καὶ
10 γὰρ ἀφοριστικὴν ἐποιεῖτο διδασκαλίαν, ἐν διὰ τὸ σύντομον
11 οὕτω λέγεσθαι συγκεχώρηκε τὰ πολλὰ, καὶ πάντα τὰ
12 ἰατικὰ τῶν ὀδυνῶν ἔγραψεν, εἰ καὶ μὴ διωρίσατο πρὸς
13 ὁποίαν ὀδύνην ποῖον αὐτῶν ἁρμόττει, καὶ πολλαχόθι τῶν
14 ἄλλων συγγραμμάτων ἀφορμὰς ἡμῖν ἔδωκε τῶν ἐν τοῖς
15 οὕτω ῥηθεῖσι διορισμῶν. ὅσοι δὲ μήτ’ ἐν ἑτέροις βιβλίοις
16 ἔγραψαν ὑπὲρ τῶν τοιούτων ἀφορισμῶν μήτε ἐν διεξοδικῇ
17 τε καὶ μακρᾷ πραγματείᾳ, γράφουσιν ἀφοριστικῶς τε καὶ
18 βραχέως, εἴτε τὸ πρὸς τούτοις ἓν ἐκ πολλῶν δηλοῦσιν, εἰς 11.803
1 πλείω δὲ βλάπτουσιν ἡμᾶς ὠφελοῦσι. πολλῶν γὰρ οὐσῶν
2 διαφορῶν ἐν ταῖς ὀφθαλμίαις, καὶ μιᾶς μὲν ἐξ αὐτῶν χρῃζούσης
3 τοῦ προειρημένου καταπλάσματος, τῶν δ’ ἄλλων
4 βλαπτομένων, χρώμενος ἐπὶ πασῶν ἀδιορίστως πολὺ
5 πλείους βλάψει ὠφελήσει. κατὰ τοῦτον οὖν τὸν τρόπον
6 οὐ περὶ ἀβροτόνου μόνον, ἀλλὰ καὶ περὶ τῶν ἄλλων ἁπάντων
7 γραπτέον ἡμῖν ἐστι, τὰς μὲν κατὰ τὸ θερμαίνειν καὶ
8 ψύχειν ὑγραίνειν ξηραίνειν δυνάμεις ἐξ ὧν πολλάκις
9 εἴρηκα μεθόδων εὑρίσκουσιν, ὅσα δὲ κατὰ τὴν ἰδιότητα τῆς
10 ὅλης οὐσίας ἀποτελοῦνται τῇ πείρᾳ μόνῃ. δέδεικται καὶ
11 περὶ τῶν τοιούτων ὡς δηλητήριοί τέ εἰσι καὶ δηλητηρίων
12 ἀλεξητήριοι καὶ καθαρτικοί. τούτων γὰρ οὐχ οἷόν τε λογικὴν
13 ποιήσασθαι τὴν εὕρεσιν, ἀλλ’ μόνον ὑπόνοιάν τινα
14 πιθανὴν ἔστιν εὑρεῖν ἐπί τινων· οὐ γὰρ δὴ ἐπὶ πάντων γε,
15 καθάπερ καὶ αὐτὸ τοῦτο δεδήλωται διὰ τῶν ἔμπροσθεν.
16  ἀλλὰ περὶ μὲν τῶν οὕτως εὑρισκομένων δυνάμεων
17 ἰδίᾳ ποιήσομαι τὸν λόγον ἐν τοῖς ἐφεξῆς, ἐπειδὰν πρότερον 11.804
1 ὑπὲρ τῶν κατὰ τὸ θερμαίνειν καὶ ψύχειν, ὑγραίνειν τε καὶ
2 ξηραίνειν, καὶ ὅσα ταύταις ἕπονται διέλθω καθ’ ἕκαστον
3 εἶδος φαρμάκου. τοσόνδε μέντοι προσθεὶς ἔτι περὶ
4 ἀβροτόνου καταπαύσω τὸν λόγον, ὡς θαυμασιώτατος
5 Πάμφιλος, καίτοι ταύτην πρώτην πόαν γράφων καὶ τάχ’
6 ἂν εἰ μηδενὸς τῶν ἐφεξῆς, ἀλλὰ ταύτης γοῦν ἐθελήσας αὐτόπτης
7 γενέσθαι, ὅμως ἔσφαλται μέγιστα, νομίζων ὑπὸ Ῥωμαίων
8 σαντόνικον ὀνομάζεσθαι τὴν βοτάνην. διαφέρει γὰρ
9 ἀβρότονον σαντονίκου, καθότι καὶ Διοσκουρίδης ἔγραψεν ἐν
10 τῷ τρίτῳ περὶ ὕλης ἀκριβέστατα, καὶ πάντες ἴσασι τοῦτό
11 γε ἰατροὶ καὶ ῥωποπῶλαι. τοῦ μὲν γὰρ ἀβροτόνου δύο ἐστὶν
12 εἴδη, τὸ μὲν ἄῤῥεν, τὸ δὲ θῆλυ νομιζόμενον, ὡς καὶ τοῦτο
13 διώρισται παρὰ τῷ Διοσκουρίδῃ τε καὶ τῷ Παμφίλῳ καὶ
14 ἄλλοις μυρίοις. ἕτερον δέ ἐστιν αὐτοῦ τὸ ἀψίνθιον, οὗ πάλιν
15 εἴδη χρὴ τίθεσθαι καὶ αὐτὰ τριττὰ, ὧν τὸ μὲν τῷ γένει
16 ὁμωνύμως προσαγορεύονται ἀψίνθιον, ὁποῖον μάλιστά ἐστι
17 τὸ Ποντικὸν, τὸ δὲ σέριφον, τὸ δὲ σαντόνικον. εἰ  δ’ 11.805
1 ἄλλο μὲν ἀψίνθιον, ἄλλο δὲ σέριφον, ἄλλο δὲ σαντόνικον
2 λέγοι, οὐδὲν εἰς τὰ παρόντα διαφέρει. οὐδὲ γὰρ ὄνομα διαιρήσοντες
3 ἥκομεν, ἀλλ’ ὑπὲρ αὐτῶν τῶν πραγμάτων σπουδάζομεν.
4 ἐπεὶ τοίνυν καὶ ταῦτα καὶ ταῖς ἰδέαις καὶ ταῖς γεύσεσι
5 καὶ ταῖς δυνάμεσιν ἕτερα σαφῶς ἀλλήλων ἐστὶν, ὀνομαζέτω
6 μὲν, εἰ βούλοιτό τις, ἅπαντα διὰ μιᾶς προσηγορίας,
7 ἐκδιδασκέτω δὲ ἀκριβῶς τὰς δυνάμεις. ἡμεῖς οὖν τὰς μὲν
8 ἰδέας αὐτάρκως ἔφαμεν εἰρῆσθαι Διοσκουρίδῃ τε καὶ ἄλλοις
9 οὐκ ὀλίγοις, ὥστ’ οὐ χρὴ γράφειν αὖθις ὅσα τοῖς πρόσθεν
10 ὀρθῶς εἴρηται. εἴ τι δ’ ἐν ταῖς τούτου δυνάμεσιν ἀδιόριστον
11 ἐκεῖνοι παρέλιπον, οὗ δὴ χάριν ἐπὶ τήνδε τὴν ἔξοδον
12 ἀφικόμην, ἐγὼ προσθεῖναι πειράσομαι. τὸ μὲν ἀψίνθιον
13 ἧττόν ἐστιν τῶν εἰρημένων θερμὸν, ὡς ἂν πλείστης μετέχων
14 τῆς στύψεως. εἰ δὲ καὶ τοῦτο λεπτομερὲς ἧττον ἐκείνων, καὶ
15 λεπτυντικὸν δὴ κατὰ τὸν αὐτὸν τρόπον ἧττον ἐκείνων, οὐ
16 μὴν ἧττόν γε ξηραντικόν. τῶν δ’ ἄλλων τὸ μὲν σαντόνικον
17 ἀπὸ Σαντονείας χώρας, ἐν φύεται, τὴν προσηγορίαν 11.806
1 ἔχον ἐγγυτάτω τὴν δύναμίν ἐστι τοῦ σερίφου, βραχεῖ τινι λειπόμενον
2 ἐν τῷ λεπτύνειν τε καὶ θερμαίνειν καὶ ξηραίνειν. αὐτὸ
3 δὲ τὸ σέριφον ἧττον μὲν θερμὸν τοῦ ἀβροτόνου, θερμότερον
4 δὲ ἀψινθίου, κακοστόμαχον δὲ ἱκανῶς καὶ ὡς ἂν ἁλμυρίδα
5 τινὰ σὺν πικρότητι ἀποφαῖνον, ἔτι τε τῆς στρυφνότητος
6 ὀλίγον μετέχον. οὕτω δὲ καὶ ἀβρότονον καὶ σαντόνικον
7 ἱκανῶς ἐστι κακοστόμαχον. μόνον γὰρ ἐν αὐτοῖς τὸ ἀψίνθιον
8 καὶ μάλιστα τὸ Ποντικὸν εὐστόμαχόν ἐστιν ὅτι πλείστης
9 μετέχει στύψεως. ἀβρότονον δὲ κεκαυμένον θερμὸν καὶ
10 ξηρόν ἐστι τὴν δύναμιν, ἔτι μᾶλλον κολοκύνθης ξηρᾶς κεκαυμένης
11 καὶ ἀνήθου ῥίζης. ἐκεῖνα γὰρ ἕλκεσιν ὑγροῖς τε
12 ἅμα καὶ χωρὶς φλεγμονῆς τετυλωμένοις ἁρμόττει, καὶ διὰ
13 τοῦτο μάλιστα τοῖς ἐπὶ πόσθαις αἰδοίου συμπεφωνηκέναι δοκεῖ.
14 τοῦ δὲ ἀβροτόνου τέφρα δακνώδης ἅπασιν ἕλκεσιν
15 ὑπάρχει. καὶ διὰ τοῦτο καὶ πρὸς ἀλωπεκίας ἁρμόττει σὺν
16 ἐλαίῳ λεπτομερεῖ, κικίνῳ δηλονότι ῥαφανίνῳ Σικυωνίῳ
17 παλαιῷ, καὶ μάλιστα τῷ Σαβίνῳ. καὶ γένεια δὲ βραδέως
18 ἀνιόντα προκαλεῖται μετά τινος τῶν εἰρημένων ἐλαίων ὅτου 11.807
1 δὴ, καὶ οὐδὲν δ’ ἧττον ἐκείνων σχινίνῳ δευόμενον.
2  ἀραιωτικὸν γάρ ἐστι πρὸς τῷ λεπτομερὲς εἶναι καὶ δακνῶδες
3 καὶ θερμὸν, ἃς δὴ καὶ μάλιστα χρὴ γινώσκειν τὰς δυνάμεις
4 αὐτοῦ καὶ μηδὲν ἔτι τῶν κατὰ μέρος ἐν τῇδε τῇ
5 πραγματείᾳ δεῖσθαι.