5
Κεφ. ιβʹ.αʹ.Περὶ μάκερος.Μάκερ φλοιός ἐστιν ἐκ
6
τῆς Ἰνδικῆς κομιζόμενος, ἐν μὲν τῷ γεύεσθαι στρυφνὸς ἱκανῶς,
7
μετά τινος βραχείας δριμύτητος ἀρωματιζούσης· ὀσμώμενος
8
δὲ ἡδὺς ὁμοίως τοῖς πλείστοις ἀρώμασι τοῖς Ἰνδικοῖς.
9
ἔοικεν οὖν καὶ αὐτὸς ἐκ μικτῆς οὐσίας συνεστάναι, τῆς πλείστης
10
μὲν γεώδους ψυχρᾶς, ὀλίγης δέ τινος θερμῆς τε καὶ λεπτομεροῦς,
11
ὅθεν ἰσχυρῶς ξηραίνει καὶ στύφει καὶ διὰ τοῦτο κοιλιακαῖς
12
τε καὶ δυσεντερικαῖς μίγνυται δυνάμεσιν, ἐν μὲν τῇ τρίτῃ
13
τάξει τῶν ξηραινόντων ὑπάρχων, ἐν δὲ τῇ κατὰ θερμότητα
14
καὶ ψυχρότητα διαφορᾷ μηδέτερον ἐπιφανῶς ἐργαζόμενος.