Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.)
urn:cts:greekLit:tlg0057.tlg075
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
editio(nes) critica(e):
translatio Latina: De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, pp. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1


1 δʹ.Περὶ ἁλῶν.Ἅλες τῆς αὐτῆς κατὰ γένος δυνάμεως
2 οἴ τ’ ὀρυκτοὶ καὶ οἱ θαλάττιοι. διαφέρουσι δὲ τῷ μᾶλλον
3 πεπιλῆσθαι τὴν οὐσίαν τῶν ἐκ τῆς γῆς ἁλῶν, διὸ καὶ
4 τὸ παχυμερές τε καὶ στῦφον ἐν τούτοις μᾶλλόν ἐστιν. οἱ μὲν
5 οὖν θαλάττιοι τήκονται παραχρῆμα περιχυθέντος ὕδατος
6 αὐτοῖς, οἱ δ’ ἐκ τῆς γῆς οὐ πάσχουσι τοῦτο. τοῖς θαλαττίοις
7 δ’ ὁμοειδεῖς εἰσι καὶ οἱ κατὰ λίμνας τινὰς, ἐχούσας
8 ἁλμυρίδα, γεννώμενοι τοῦ θέρους, ἐξοπτωμένου τοῦ ὕδατος
9 ἐξ αὐτῶν, ὥσπερ καὶ οἱ Τραγάσιοι πλησίον Σμινθίου. συνίσταται
10 γὰρ ἐνταῦθα πρὸς τῶν αὐτοφυῶν ὑδάτων θερμῶν
11 ἱκανῶς ὄντων ὕδωρ δαψιλὲς λιμνάζον οὐκ ἐν πολλῷ χωρίῳ,
12 καὶ τοῦτο τοῦ θέρους ὅλον ἐκδαπανᾶται ξηραινόμενον
13 ὑπὸ τοῦ ἡλίου, τοῦ τόπου δ’ ἁλμυρίδα σύμφυτον ἔχοντος,
14 τὸ ὑπολειπόμενον αὐτοῦ πᾶν ἅλες γίνονται, τὴν ἐπωνυμίαν
15 ἀπό τε τοῦ χωρίου καὶ τῶν ὑδάτων λαμβάνοντες. καὶ γὰρ
16 αὐτὰ τὰ αὐτοφυῆ κατ’ ἐκεῖνον τὸν τόπον ὕδατα Τραγάσια
17 καλεῖται, ξηραντικωτάτης ὄντα δυνάμεως, καὶ χρῶντα
18 γε πρὸς τοῦτ’ αὐτοῖς οἱ κατ’ ἐκεῖνον τὸν τόπον ἰατροί. 12.373
1 λέλεκται δὲ καὶ περὶ τῶν Σοδομηνῶν τῶν ἐν τῇ νεκρᾷ θαλάσσῃ
2 καλουμένῃ γεννωμένων ἐν τῷ τετάρτῳ γράμματι, καὶ
3 εἴ τις ἐκεῖνο τὸ βιβλίον ἀνέγνωκεν ἐπιμελῶς, ἀναμνήσεως αὐτῷ
4 μόνον δεήσει νῦν, ὥστε ῥηθείσης τῆς γευστῆς ποιότητος
5 αὐτὸν ἐπίστασθαι τὴν δύναμιν τοῦ φαρμάκου. τῆς οὖν ἁλυκῆς
6 ποιότητος διαφορούσης τε ἅμα καὶ συναγούσης τὴν
7 πλησιάζουσαν οὐσίαν, τὸ καλούμενον ἀφρόνιτρον ἐν τούτῳ
8 τὴν διαφορὰν ἔχει, καθόσον ἕνα μόνον ἐν τούτῳ τὸν ἐπικρατοῦντα
9 χυμὸν ἐναργῶς ἔστιν ἰδεῖν, ὃν ὀνομάζουσι πικρὸν,
10 διαφορητικὴν ἔχοντα δύναμιν, συνακτικὴν δ’ οὐκ ἔχοντα,
11 καθάπερ οἱ ἅλες. οὗτοι γὰρ ὅσον μὲν ὑγρόν ἐστιν ἐν τοῖς
12 σώμασι, τοῦτο πᾶν ἐκβόσκονται· τὸ δ’ ὑπόλοιπον τῆς στερεᾶς
13 οὐσίας συνάγουσι τῇ στύψει, διὸ καὶ ταριχεύουσι
14  καὶ ἄσηπτα φυλάσσουσι τὰ σώματα τῶν σηπομένων, ὑγρότητα
15 περιττωματικὴν ἐχόντων ἀδιάλυτόν τε καὶ ἄσφιγκτον
16 τὴν οὐσίαν. οἷς τοίνυν σώμασι μηδ’ ὅλως ἐστὶν ὑγρότης
17 περιττὴ, καθάπερ τῷ καλλίστῳ μέλιτι, καὶ πεπίληται τὸ
18 στερεὸν σῶμα, καθάπερ τοῖς λίθοις, ἀδύνατον τούτοις σαπῆναι, 12.374
1 διόπερ καὶ τῶν ἁλῶν χρῆσις οὐκ ἐπὶ τούτων εὐδόκιμος,
2 ἀλλ’ ὑφ’ ὧν ὕποπτος σῆψις.