13
κθʹ.Περὶ κισσοῦ.Κισσὸς ἐξ ἐναντίων σύγκειται δυνάμεων,
14
ἔχει μὲν γάρ τι καὶ στυπτικῆς οὐσίας, ἣν δὴ γεώδη
15
ψυχρὰν ἐδείκνυμεν ὑπάρχειν, ἔχει δὲ καὶ δριμείας, ἣν θερμὴν
16
εἶναι καὶ ἡ γεῦσις μαρτυρεῖ, καὶ τρίτην δ’ ἐπὶ ταύταις
17
ὑδατώδους οὐσίας μετέχει χλιαρᾶς, ὅ γε χλωρός. ἐν γὰρ τῷ 12.30
1
ξηραίνεσθαι ταύτην μὲν ἀνάγκη διαφορεῖσθαι πρώτην, ὑπολείπεσθαι
2
δὲ τὴν γεωδεστέραν, τήν τε ψυχρὰν καὶ τὴν στύφουσαν
3
καὶ τὴν θερμὴν τὴν δριμεῖαν. ἀλλ’ ὅ γε χλωρὸς
4
ἑψηθέντων τῶν φύλλων σὺν οἴνῳ καὶ τῶν μεγάλων τραυμάτων
5
ἐστὶ κολλητικὸς καὶ τῶν κακοηθευομένων ἰατικός.
6
ἐπουλοῖ δὲ καὶ τὰς ἐκ πυρὸς ἑλκώσεις. σὺν ὄξει δ’ ἑψηθέντα
7
τὰ φύλλα σπληνικοὺς ὠφελεῖ. τὰ δὲ ἄνθη αὐτοῦ ἰσχυρότερά
8
πώς ἐστιν, ὡς μετὰ κηρωτῆς λειούμενα τοῖς πυρικαύτοις
9
ἁρμόττειν. ὁ δὲ χυλός ἐστι μὲν καὶ ἔῤῥινον φάρμακον καὶ
10
τὰ χρόνια δὲ τῶν ὤτων ἰᾶται ῥεύματα καὶ τῶν ἑλκῶν τὰ
11
παλαιὰ κατά τε τὰ ὦτα καὶ τὰς ῥῖνας. ὡς ἂν δὲ δριμύτερος
12
φαίνηται, ῥοδίνῳ ἢ ἐλαίῳ γλυκεῖ μίγνυται. τὸ δὲ δάκρυον
13
αὐτοῦ φθεῖρας κτείνει καὶ τρίχας ψιλοῖ, θερμῆς εἰς
14
τοσοῦτον ὑπάρχον δυνάμεως, ὡς καίειν ἀμυδρῶς. ἔστι γὰρ
15
οἷον ὑδατώδης τις ὀπὸς, ὥσπερ καὶ ἄλλα δάκρυα.