7
ηʹ.Περὶ ὀῤῥοῦ γάλακτος.Ὁ δὲ ὀῤῥὸς, ὡς εἴρηται,
8
ῥυπτικὴν ἔχει δύναμιν, ὑπαγωγῆς τε γαστρὸς ἕνεκα λαμβάνεται
9
καὶ διὰ κλυστήρων ἐνίεται, περιῤῥύπτων τε καὶ περιπλύνων
10
ἀδήκτως τὰς ἐν τοῖς ἐντέροις δριμύτητας. ἕλκη τε
11
τὰ δριμεῖς ἰχῶρας ἔχοντα κατακλύζων ἄν τις ἀνθ’ ὕδατος
12
ὀῤῥῷ κάλλιστα ποιήσειεν. ὅσα τε διαφορητικὰ φάρμακα τῶν
13
ἐκχυμωμάτων τε καὶ μελασμάτων ἐστὶν καὶ ταῦτα δι’ ὀῤῥοῦ
14
περιπλύνειν ἄμεινον, οὐ δι’ ὕδατος. οὕτως οὖν αὐτῷ καὶ
15
πρὸς ὑπώπια καὶ ὑποσφάγματα χρώμεθα, μιγνύντες τοῖς
16
οἰκείοις πρὸς ταῦτα φαρμάκοις. τὸ δὲ τυρῶδες καὶ παχὺ
17
τοῦ γάλακτος ἐμπλάττεται μᾶλλον, καὶ κατὰ τοῦτο τὰς δριμύτητας
18
ἀμβλύνει. ὅταν δὲ προσλάβῃ τινὸς ἑτέρας ξηραντικῆς 12.267
1
δυνάμεως, ἄριστον γίγνεται φάρμακον ἐπί τε δυσεντερικῶν
2
καὶ πάντων τῶν κατὰ γαστέρα δριμέων ῥευμάτων, προσλαμβάνει
3
δὲ διὰ τῶν ἐμβαλλομένων αὐτῷ προαφεψημένων
4
διαπύρων λίθων. εἶναι δὲ χρὴ τούτους οὓς ὀνομάζουσιν κάχληκας,
5
ἑψῆσθαί τε τὸ γάλα, μέχρις ἂν ἐκδαπανηθῇ τὸ πλεῖστον
6
ἐξ αὐτοῦ τῆς ὀῤῥώδους ὑγρότητος. ἡμεῖς δὲ καὶ διὰ
7
σιδηρῶν κυλίνδρων διαπύρων ἐμβαλλομένων αὐτῷ τὴν αὐτὴν
8
ἢ καὶ βελτίονα δύναμιν ἐργαζόμεθα. μετέχει γὰρ ὁ σίδηρος,
9
ὡς εἴρηται, στυπτικῆς δυνάμεως, καὶ τούτου γε χάριν
10
τοὺς κυλίνδρους αὐτὸς παρεσκευασάμην πλείονας ἐπὶ πέρασιν
11
ὀβελῶν προσκειμένους, ἵνα τις ἐκ τῆς λαβῆς εὐκόλως
12
ἐπαίρῃ πυρωθέντα τὸν σίδηρον. ὥσπερ δὲ τῶν καυστηρίων,
13
οὕτω καὶ τούτων τὰς λαβὰς ἐνελίττω ῥάκεσιν. ὅλον δὲ τὸ
14
γάλα πρός τε τὰ κατ’ ὀφθαλμοὺς ῥεύματα δριμέα κατὰ μόνας
15
τε καὶ μετὰ τῶν ἁπλῶν κολλυρίων ἐστὶ χρήσιμον, ἔτι
16
τε πρὸς ὑποσφάγματα καὶ ὑπώπια, καὶ μέντοι καὶ κατὰ τῶν
17
βλεφάρων ἔξωθεν, ὑπνοῦν μελλόντων τῶν ὀφθαλμιώντων
18
ἐπιτιθέμενον ἅμα ῥοδίνῳ καὶ ὠῷ, πέττει τὰς φλεγμονὰς 12.268
1
αὐτῶν, γυναικὸς δ’ ἔστω τὸ γάλα τοῦτο, πρόσφατον ἐκ τῶν
2
τιτθῶν ἐπισταζόμενον. ἐνίεμεν δὲ αὐτὸ καὶ μήτραις ἡλκωμέναις
3
καὶ κατὰ μόνας μὲν, ἀλλὰ καὶ τοῖς ἀδήκτως
4
θεραπεύουσι φαρμάκοις μιγνύντες οἷς μίγνυται, κᾀπειδὰν τὰ
5
κατὰ τὴν ἕδραν ἕλκη παρηγορῶμεν, ὀδυνώμενα διὰ δριμεῖς
6
ἰχῶρας ἢ φλεγμονὰς ἢ στολίδας ἀνεξαμένας. οὕτως δὲ καὶ
7
πρὸς τὰ κατὰ τὰ αἰδοῖα χρώμεθα καὶ πάνθ’ ἁπλῶς τὰ παρηγορίας
8
δεόμενα διὰ φλεγμονὴν ἢ δῆξιν ἢ κακοήθειαν. διὰ
9
τοῦτο οὖν καὶ τοῖς καρκινώδεσιν ἕλκεσιν προσφέρεται μιγνύμενον
10
ἀνωδύνοις φαρμάκοις, οἷα μάλιστα τὰ διὰ πομφόλυγός
11
ἐστι. καὶ τί δεῖ λέγειν ὅτι καὶ διάκλυσμα καὶ διακράτημα
12
τῶν ἐν τῷ στόματι φλεγμαινόντων ἀνωδυνώτατόν
13
ἐστιν ἀνακογχυλιζόμενον; καὶ φλεγμαίνοντα παρίσθμια κατὰ
14
σταφυλὴν καὶ ἀντιάδας ἱκανῶς παρηγορεῖ, καὶ διὰ τοῦτο
15
καὶ συνάγχην, ἁπλῶς δ’ εἰπεῖν, ὡς ἔφην, παρηγορικόν ἐστι
16
φάρμακον, ἄδηκτον μὲν ἔχον καὶ τὴν ὅλην οὐσίαν, πολὺ δὲ
17
μᾶλλον ὅταν ἐκδαπανήσωμεν αὐτῆς ἑψήσει μετρίᾳ τὸ πλέον
18
τῆς ὀῤῥώδους ὑγρότητος. οὕτως γοῦν μοι δοκοῦσιν οἱ ἰατροὶ 12.269
1
καὶ πρὸς τὰ κατὰ διάβρωσιν ἀναιροῦντα θανάσιμα
2
φάρμακα, προτραπῆναι διδόναι τὸ γάλα, καθάπερ ὅ τε θαλάττιος
3
λαγωὸς ἀναιρεῖ καὶ ἡ κανθαρίς. ἔνιοι δὲ καὶ τοῖς
4
ἀκόνιτον ἢ θαψίαν εἰληφόσι διδόασιν. ἀλλὰ ταῦτα μὲν εὐλόγως
5
ἐπενόησαν, ἕτερα δ’ ἐψεύσαντο φανερῶς, ὥσπερ καὶ
6
τὸ περὶ τὸ τῆς κυνὸς γάλακτος ὡς κωλύοντος ἀνιέναι τρίχα
7
ἐκ τῶν βλεφάρων, εἰ ἐξαιρεθεισῶν αὐτῶν ἐπιχρισθείη τῷ
8
τόπῳ, ὅθεν αἱ ῥίζαι τῶν τριχῶν ἀνεσπάσθησαν. κατὰ δὲ
9
τὸν αὐτὸν λόγον οἱ γράψαντες εἴργειν αὐτὸ τῆς ἐπὶ
10
τῶν αἰδοίων ἐκφύσεως ταχείας τὰς τρίχας, εἰ περιχρισθείη
11
πρὶν ἡβᾷν, ἐκβάλλειν τε τὰ νεκρὰ τῶν ἐμβρύων ποθὲν, οὐκ
12
ἀληθεύουσιν. ἕτερα δέ τινα γοητείας ἐχόμενα γράφουσιν περί
13
τε τούτων καὶ ἄλλων τινῶν ζώων γάλακτος, ἃ καταρχὰς
14
εὐθέως ἠρνησάμην αὐτὸς ἐρεῖν, εἰ καὶ πεῖραν αὐτῶν εἶχον
15
ὡς ἀληθῶς λεγομένων.