10
γʹ.Περὶ καλάμου φραγμίτου.Καλάμου φραγμίτου
11
τὴν ῥίζαν σὺν βολβοῖς ἀκίδας καὶ σκόλοπας ἐκ βάθους ἐπισπᾶσθαί
12
τινες ἔγραψαν, ὡς ἂν ἑλκτικῆς τινος ὑπαρχούσης
13
αὐτῇ δυνάμεως. οὐ μὴν ἡμεῖς γε ἐπειράθημεν, ὅσον μέντοι
14
τῇ γεύσει τεκμήρασθαι, ῥυπτικῆς μετέχει δυνάμεως οὐκ ὀλίγης,
15
ἥκιστα δριμείας. τὰ μέντοι φύλλα τὰ χλωρὰ μετρίως
16
ἐμψύχει, μετέχοντα τῆς ῥυπτικῆς καὶ ταῦτα δυνάμεως. ὁ
17
φλοιὸς δὲ αὐτοῦ καυθεὶς λεπτομεροῦς ἱκανῶς καὶ διαφορητικῆς
18
γίνεται δυνάμεως, ἔχων τι καὶ ῥυπτικὸν, ὥστε καὶ ξηραίνειν 12.8
1
καὶ θερμαίνειν κατὰ τὴν τρίτην που τάξιν, καὶ πλέον
2
γε ξηραίνειν ἢ θερμαίνειν. φυλάττεσθαι δ’ αὐτοῦ προσήκει
3
τὴν καλουμένην ἀνθήλην. ἐμπίπτουσα γὰρ τοῖς ὠσὶν ἐμπλάττεται
4
ἀναπολύτως καὶ κακοῖ τὴν ἀκοὴν, ὥστε κωφώσεις
5
ἐργάζεσθαι πολλάκις.