6
Κεφ. ζʹ. Εἰ δή τι τῶν ὁμιλούντων ἡμῖν σωμάτων
7
ἢ φαρμάκων ἐνεργείᾳ θερμὸν οὕτως ἐστὶν ὡς ἡμεῖς, ἢ
8
γίγνεται πλησιάζον ὁμοίως ἡμῖν θερμὸν, ἐκ τῆς μέσης τὸ
9
τοιοῦτον ὑπάρχει κράσεως, ὥστε ἡμῖν παραβάλλειν, ἐπεί τοι
10
καθ’ ἑαυτὸ δύναιτ’ ἂν κατ’ ἐπικράτειαν λέγεσθαι θερμὸν,
11
ὥσπερ καὶ ἡμεῖς. εἰ δέ τι μήτε ἤδη θερμὸν οὕτως ἐστὶν ὡς
12
ἡμεῖς μήτε ἐν τῷ πλησιάζειν γίνεται τοιοῦτον, ψυχρότερόν
13
ἐστιν ἀνθρώπου κράσεως τοῦτο, κᾂν ὁπωσοῦν ἐν αὐτῷ κρατῇ
14
τὸ θερμόν. καὶ δὴ κᾀν τῷ πλησιάζειν ἡμῖν ἀφαιρήσει τι καὶ
15
καθαιρήσει τῆς ἐνυπαρχούσης ἡμῖν θερμότητος. ὥσπερ γὰρ εἰ
16
δυοῖν μὲν ὑδάτοιν ἀμφοῖν μὲν θερμοῖν, ἀλλὰ τοῦ μὲν μᾶλλον,
17
τοῦ δ’ ἧττον, ἐπιμίξαις τῷ μᾶλλον θερμῷ τὸ ἧττον, ἐκλύσεις
18
αὐτοῦ τὴν θερμασίαν, οὕτως εἰ εἰς τὴν ἀπὸ τοῦ ῥοδίνου 11.554
1
θερμότητα χλιαρὰν ὑπάρχουσαν καὶ πρὸς τὴν ἀνθρώπου κρᾶσιν
2
ἀναμίξαις ἀνθρωπείαν θερμότητα, καθαιρήσεις τι πάντως
3
αὐτῆς καὶ καταψύξεις.