Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.)
urn:cts:greekLit:tlg0057.tlg075
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
editio(nes) critica(e):
translatio Latina: De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, pp. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1


10 δʹ.Περὶ ἀγχούσης καὶ τεττάρων ἀγχουσῶν.Τῆς δὲ
11 ἀγχούσης τέταρτόν ἐστιν εἶδος, ὧν μὲν ὀνόκλεια ψύχουσαν
12 ἱκανῶς καὶ ξηραίνουσαν ἔχει τὴν ῥίζαν, στύφουσάν τε
13 ἅμα καὶ ὑπόπικρον, ἱκανὴν δὲ καὶ λεπτῦναι καὶ ἀποῤῥῦψαι
14 τοὺς χολώδεις χυμοὺς καὶ πυκνῶσαι τὰ σώματα. τὰ δὲ
15 φύλλα ἀσθενέστερα μὲν ἔχει τῆς ῥίζης, στύφει δὲ αὐτὰ καὶ
16 ξηραίνει. καὶ λύκοψις δὲ προσαγορευομένη ψύχει μὲν καὶ
17 ξηραίνει, ῥίζαν δ’ ἔχει στυπτικωτέραν τῆς ὀνοκλείας. δὲ
18 ὀνόχειλος θερμοτέρα τέ ἐστι καὶ φαρμακωδεστέρα. πλέον 11.812
1 γὰρ ἔχει καὶ πρὸς τὴν γεῦσιν εὐθὺς τὸ δριμύ. ταύτης δ’ ἔτι
2 θερμοτέρα, μικρὰ καὶ πικροτέρα καὶ πλέον ἔτι φαρμακωδεστέρα
3 τυγχάνει. ἄγχουσαι δὲ οὐ τῆς αὐτῆς ἅπασαι δυνάμεως.
4 μὲν γὰρ ὀνόκλεια προσαγορευομένη στύφουσάν
5 τε ἅμα καὶ ὑπόπικρον ἔχει τὴν ῥίζαν, ἱκανὴν καὶ πυκνῶσαι
6 τὰ σάματα καὶ μετρίως λεπτῦναι καὶ ἀποῤῥῦψαι καὶ
7 ἀποπλῦναι τοὺς χολώδεις καὶ ἁλμυρώδεις χυμούς. ἐῤῥέθη
8 γὰρ ἐν τοῖς ἔμπροσθεν ὡς στρυφνὴ ποιότης ἐπιμεμιγμένη
9 τῇ πικρᾷ ταῦτα ἐργάζεσθαι πέφυκεν. οὕτω τέ τοι καὶ ἰκτερικοῖς
10 καὶ σπληνικοῖς καὶ νεφριτικοῖς ὠφέλιμος ὑπάρχει.
11 ἔστι δὲ καὶ ψύχειν μὲν ἱκανὴ καὶ καταπλασσομένη γε σὺν
12 ἀλφίτοις ἐρυσιπέλατα ὠφελεῖ, καὶ ἀποῤῥύπτει δὲ οὐ πινομένη
13 μόνον, ἀλλὰ καὶ ἔξωθεν ἐπιτιθεμένη, καὶ διὰ τοῦτο
14 ἀλφοὺς καὶ λέπρας ἰᾶται σὺν ὄξει. τὰ μὲν τῆς ῥίζης ἔργα
15 ταῦτα καὶ αἱ τῶν ἔργων δυνάμεις αἱ εἰρημέναι. τὰ δὲ φύλλα
16 τῆς βοτάνης ἐστὶν μὲν ἀσθενέστερα τῆς ῥίζης, οὐκ ἀπήλλακται
17 δὲ τοῦ ξηραίνειν τε καὶ στύφειν, ὥστε καὶ διάῤῥοιαν
18 ἰᾶται σὺν οἴνῳ πινόμενα. καὶ λύκοψις δὲ προσαγορευομένη 11.813
1 τοῖς ἐρυσιπέλασιν ὁμοίως ἁρμόζει καὶ ῥίζαν ἔχει στυπτικωτέραν
2 τῆς ὀνοκλείας. τῆς δὲ ὀνοχείλους τε καὶ Ἀλκιβιαδείου
3 καλουμένης μὲν δύναμίς ἐστι φαρμακωδεστέρα.
4 πλέον γοῦν ἔχει καὶ πρὸς τὴν γεῦσιν  εὐθὺς τὸ δριμὺ
5 καὶ ἐχιοδήκτοις ἱκανῶς ἁρμόττει καταπλαττομένη καὶ περιαπτομένη
6 καὶ ἐσθιομένη. λοιπὴ δὲ τετάρτη καὶ μικρὰ καὶ
7 σχεδὸν ἀνώνυμος ἐξ αὐτῶν μόνη, παραπλησία μέν ἐστι τῇ
8 Ἀλκιβιαδείῳ, πικροτέρα δὲ καὶ πλέον ἐστὶ φαρμακωδεστέρα,
9 καὶ διὰ τοῦτο πρὸς τὰς πλατείας ἕλμινθας ἐπιτηδεία, πλῆθος
10 ὀξυβάφου σὺν ὑσσώπῳ τε καὶ καρδάμῳ πινομένη.