1
ιαʹ.Περὶ πιτύας.Πιτύα πᾶσα δριμείας ἐστὶ καὶ
2
διαφορητικῆς δυνάμεως καὶ δηλονότι ξηραντικῆς· ἕπεται γὰρ
3
τοῖς εἰρημένοις ἐξ ἀνάγκης τοῦτο. ἀλλὰ τὴν μὲν τῶν
4
λαγωῶν ἐπιλήπτους θεραπεύειν ἔγραψαν, εἰ μετ’ ὄξους πίνοιτο,
5
καὶ ῥοῦν γυναικεῖον ἰᾶσθαι καὶ γάλα τεθρομβωμένον
6
ἐν κοιλίᾳ διαλύειν, οὗ καὶ ἡμεῖς ἐπειράθημεν οὐκ ἐπὶ λαγώας
7
μόνης, ἀλλὰ καὶ τῶν ἄλλων ζώων πιτύας. ἀμείνω δ’
8
ἁπάντων αὐτῶν ἐστιν ἡ λαγώα. διαλύει δὲ καὶ τὸ θρομβούμενον
9
αἷμα κατὰ κοιλίαν ὁμοίως ποθεῖσα, μᾶλλον μὲν ἴσως
10
τῶν ἄλλων ἡ λαγώα, οὐ μὴν μόνη γε, ὥς τινες ἔγραψαν,
11
ἀλλὰ καὶ τοῦτο κοινὸν ἁπάσης ἐστὶ πιτύας, ἔνιοι δὲ τὰς
12
ἐκ θώρακος πτύσεις αἵματος ἐπέχειν φασὶν πινομένην πιτύαν
13
λαγώαν, ἀλλ’ οὔτ’ ἄλλον χρησάμενον εἶδον οὔτ’ αὐτὸς
14
ἐτόλμησα χρήσασθαι δριμεῖ φαρμάκῳ πρὸς πάθος δεόμενον
15
στύψεως. ἱππείαν δὲ πιτύαν ἐπί τε δυσεντερικῶν καὶ
16
κοιλιακῶν ἔγραψαν ἰδίως ἁρμόττειν.