5
εʹ. Περὶ φλόμου.Φλόμος, ἔνιοι δὲ διὰ τοῦ π γράφουσί
6
τε καὶ λέγουσιν. ἡ μέν τίς ἐστι τοῖς φύλλοις λευκὴ,
7
ἡ δὲ μέλαινα. καὶ τῆς λευκῆς ἡ μὲν ἄῤῥην, ἧς τὰ φύλλα
8
στενώτερα, ἡ δὲ θῆλυς, ἧς μείζω. καὶ πρὸς ταύταις ἑτέρα
9
φλόμος ἀγρία προσαγορευομένη, χρυσοειδὴς δ’ ἐστὶ καὶ μηλίζουσα
10
τοῖς ἄνθεσιν. ἄλλη δέ τις ἐπὶ ταύταις, ἣν ἰδίως
11
φλομίδα καὶ θρυαλλίδα προσαγορεύουσι. τῶν μὲν οὖν πρώτων
12
δυοῖν ἡ ῥίζα στρυφνὴ γευομένη οὖσα τοῖς ῥοώδεσι
13
πάθεσιν ἀρήγει. διακλύζονται δ’ αὐτὴν ἔνιοι καὶ πρὸς ὀδόντων
14
ἀλγήματα. τὰ μέντοι φύλλα διαφορητικῆς ἐστι δυνάμεως.
15
οὕτω δὲ καὶ τὰ τῶν ἄλλων φύλλα καὶ μάλιστα τῆς
16
χρυσιζούσης τοῖς ἄνθεσιν, ᾗ καὶ τὰς τρίχας ξανθίζουσιν.
17
ἁπασῶν γὰρ τὰ φύλλα ξηραντικῆς τε καὶ μετρίως ῥυπτικῆς
18
ἐστι δυνάμεως.