10
ιεʹ.Περὶ οὔρου.Οὖρον. εἴρηται μὲν οὖν ἤδη περὶ
11
τῆς ὅλης φύσεως αὐτοῦ κατὰ τὸν περὶ τῶν ἱδρώτων λόγον.
12
εἰρήσεται δὲ καὶ νῦν ὅση ταῖς χολαῖς ἐστι διαφορὰ κατὰ τὰ
13
ζῶα, τοσαύτην καὶ τοῖς οὔροις εἶναι. θερμὰ μὲν ἅπαντα ταῖς
14
δυνάμεσίν ἐστιν, ἀλλὰ μᾶλλον μὲν τὸ τῶν θερμοτέρων ζώων,
15
ἧττον δὲ τὸ τῶν ψυχροτέρων. περὶ ἀνθρωπείου οὔρου. ἀνθρώπου
16
δὲ οὖρον ἁπάντων τῶν ἄλλων οὔρων σχεδόν ἐστιν
17
ἀσθενέστατον, ὅτι μὴ τῶν ἡμέρων ὑῶν, ὧν ἐκτέμνουσι τοὺς
18
ὄρχεις. ἐκείνων γὰρ ἥ τε κρᾶσις ὅλου τοῦ σώματος ὁμοία
19
τῇ τῶν ἀνθρώπων ἐστὶν τό τ’ οὖρον ὡσαύτως ἀσθενές. 12.285
1
ἰσχυρὸν δὲ καὶ τῶν ἐν τοῖς ὄρεσι κάπρων, ὡς καὶ διὰ τῆς
2
ὀσμῆς φαίνεται δριμυτάτης οὔσης. κᾀπὶ τῶν ἄλλων δὲ ζώων
3
ἁπάντων ἔνεστί σοι διὰ τῆς ὀσμῆς γνωρίζειν τὴν δύναμιν
4
αὐτοῦ. τὸ μὲν γὰρ γεύεσθαι τῶν οὔρων ἐκείνων βδελυρώτατον,
5
ὅπου καὶ τὸ τῶν παίδων οὖρον οὐχ ὑπέμεινέ τις ἀνὴρ
6
ἀξιόλογος ἤθει καὶ βίῳ πιεῖν, ὁπότε λοιμωδῶς ἐνόσησεν ἐν
7
Συρίᾳ, καθ’ ἣν πολλοὶ πεπωκότες οὖρόν τινες καὶ παίδων
8
καὶ ἀνδρῶν ἐδόκουν ἐκ τούτου διασεσῶσθαι. ῥυπτικῆς μὲν
9
οὖν δυνάμεως εἴπερ τι καὶ ἄλλο τὸ τῶν ἀνθρώπων ἐστὶν
10
οὖρον, ὡς δηλοῦσι πολλοὶ καὶ οἱ γναφεῖς, τὰ ῥυπαρὰ τῶν
11
ἀμφιεσμάτων ἐκκαθαίροντές τε καὶ ἀποῤῥύπτοντες ἡμῖν αὐτῷ.
12
ταύτην δὲ τὴν δύναμιν αὐτοῦ καὶ οἱ ἰατροὶ θεασάμενοι
13
ψώραν καὶ λέπραν ἀποσμήχουσί τε καὶ καταντλοῦσιν
14
τῶν ἑλκῶν τὰ πολλῆς ὑγρότητος μεστὰ καὶ ῥύπου καὶ ἀκαθαρσίας,
15
καὶ πολύ γε μᾶλλον ὅταν ἔχῃ τι σηπεδονῶδες. ἀλλὰ
16
καὶ τοῖς αἰδοίοις, ὅταν οὕτω πάσχῃ, τὸ οὖρον ἐνίασιν καὶ
17
τοῖς πυοῤῥοοῦσιν ὠσί. καὶ τοὺς ἀχῶρας δὲ καὶ πίτυρα δι’
18
αὐτοῦ θεραπεύουσι, καταντλοῦντες τὴν κεφαλήν. ἡμεῖς δὲ 12.286
1
ταῦτα ἐμυσάχθημεν μᾶλλον ποιεῖν, ἑτέρων εὐποροῦντες εἰς
2
αὐτὰ φαρμάκων. τὰ δ’ ἐν τοῖς δακτύλοις τῶν ποδῶν ἕλκη
3
καὶ μάλιστα ἐκ προπταισμάτων, ἐπειδὰν ἀφλέγμαντα γένηται,
4
καὶ αὐτὸς ἰασάμην οὔρῳ πολλάκις ἐπί τε δούλων καὶ ἀγροίκων
5
ἀνθρώπων, εἰς ὁδοιπορίαν ἀπιόντων χωρὶς ἰατροῦ. μοτὸν
6
γὰρ αὐτοῖς ἐπιτιθεὶς κατὰ τοῦ ἕλκους, εἶτ’ ἔξωθεν
7
καὶ ὀθονίῳ περιελίξας καὶ δήσας ὁσάκις οὐρεῖν προθυμηθῶσιν,
8
κατὰ τοῦ δακτύλου φέρεσθαι τὸ οὖρον ἐπιτρέπειν
9
ἐκέλευσα καὶ μὴ λύειν, ἄχρις ἂν ἀκριβῶς θεραπευθῇ. συνεχώρησα
10
γὰρ καὶ εἴ τινα ἄλλον ἐπυθόμην ἐν ἀγρῷ χωρὶς
11
ἰατροῦ καταντλοῦντα τῶν ἑλκῶν τὸ οὖρον, ὅταν ἐν
12
τοῖς κάτω μέρεσιν ᾖ τοῦ θώρακος ἄχρι τῶν ποδῶν ἄκρων,
13
ὅσα δὲ περὶ κεφαλὴν ἢ κατὰ τὸ πρόσωπον ἕλκη γίγνεται,
14
ταῦτ’ ἐμυσάχθην οὔρῳ καταντλεῖν ἐᾶσαί τινα. τό γε μὴν δι’
15
οὔρου παιδὸς σκευαζόμενον φάρμακον, ὃ καλοῦσιν ἔνιοι χρυσοκόλλαν,
16
ἐπειδὴ πρὸς τὴν τοῦ χρυσοῦ κόλλησιν αὐτῷ χρῶνται,
17
κάλλιστον εἶναί φημι πρὸς ἕλκη δυσίατα. γίνεται δὲ
18
θυίας τῷ τῆς φιάλης σχήματι κατασκευασθείσης ἐξ ἐρυθροῦ 12.287
1
χαλκοῦ, δοίδυκα δὲ τῆς αὐτῆς ὕλης ἐχούσης εἰς ἣν ἐνουροῦντος
2
τοῦ παιδὸς ὁ δοῖδυξ περιάγεται πολλάκις, ὡς ἀπορῖψαί
3
τι μὴ μόνης τῆς θυίας, ἀλλὰ καὶ ἑαυτοῦ, καὶ γίνεται
4
τοῦτο πλείοσιν ἡμέραις, ἄχρις ἂν μελιτώδη σύστασιν σχῇ τὸ
5
οὖρον. ἐν ἡλίῳ δὲ χρὴ πράττεσθαι τοῦτο. ῥᾷον γὰρ ἀποτρίβεται
6
τοῦ χαλκοῦ κατὰ τὸν τοιοῦτον ἀέρα ἢ εἰ μὴ ἥλιος
7
εἴη, θερμὸν ἄλλως εἶναι τὸν οἶκον. τούτῳ τῷ φαρμάκῳ μιγνυμένῳ
8
τοῖς ἐπιτηδείοις εἰς ἴασιν ἑλκῶν κακοήθων χρώμεθα,
9
καθάπερ εἶπον, ὡς ἀρίστῳ. βδελυρίαν γὰρ οὐδεμίαν ἔχει,
10
παραπλησίως τῷ οὔρῳ κατὰ τῆς κεφαλῆς καταχεομένῳ καὶ
11
περὶ τίνων ἄλλων μορίων. τὸ μὲν γὰρ καὶ πίνειν οὔρου, τί
12
ἄν τις καὶ λέγοι; γεγράφασι μὴν ἔνιοι τῶν ἰατρῶν περὶ τοῦ
13
κατὰ τὸ οὖρον ὑφισταμένου παχέος τε καὶ λευκοῦ, λέγοντες
14
αὐτὸ θεραπεύειν ἐρυσιπέλατα. τὰ μὲν οὖν ἔτι πυρώδη καὶ
15
ὄντως ἐρυσιπέλατα τῶν θερμῶν καὶ δριμέων φάρμακον οὐδὲν
16
ὠφελῆσαι δύναται. τὰ δ’ ἤδη διὰ τῶν ψυχόντων ἐνεψυγμένα
17
καὶ τοῦτο καὶ ἄλλα πολλὰ τῶν διαφορητικῶν φαρμάκων
18
ὀνινάναι δύνανται. τούτῳ μὲν οὖν ἐγχωρεῖ χρῆσθαι 12.288
1
μὴ περὶ πρόσωπον ἢ ἐγγὺς τούτου συστάντος ἐρυσιπέλατος,
2
ἀλλ’ ἤτοι κατά τι τῶν κώλων ἢ κατὰ τὸν νῶτον ἢ τὴν γαστέρα.
3
πιεῖν δ’ οὔρου παιδὸς ἕνεκα τῆς καλουμένης ὀρθοπνοίας
4
οὐκ ἀναγκαῖον, ὄντων γε καὶ ἄλλων φαρμάκων ἃ
5
βοηθεῖ τῷ πάθει τούτῳ. καὶ μέντοι καὶ πιών τις οὐκ ἀπηλλάγη
6
τοῦ πάθους, ὥστ’ οὐδ’ ἐξαίρετον ἔχει τι παρὰ τἄλλα.