9
λαʹ.Περὶ ἀμπελοπράσου.Ἀμπελόπρασον· εἰ
10
μεταξὺ σκορόδου τι καὶ πράσου νοήσαις, εὕροις ἂν ἀμπελοπράσου
11
τὴν δύναμιν. ἔστι γὰρ ἄγριον ὡς ἂν εἴποι τις
12
πράσον, ὅθεν καὶ δριμύτερον αὐτοῦ καὶ ξηρότερον ὑπάρχει,
13
καθάπερ καὶ τἄλλα πάντα ἄγρια τῶν ἡμέρων, καὶ διὰ τοῦτο
14
κακοστομαχώτερόν τέ ἐστιν καὶ παχέων καὶ γλίσχρων χυμῶν
15
τμητικώτερον, ἐκφρακτικώτερόν τε τῶν ἐμπεφραγμένων ὀργάνων.
16
ταύτῃ τοι καὶ οὖρα καὶ καταμήνια πολλάκις ἐκίνησεν,
17
ὅταν ὑπὸ παχέος καὶ γλίσχρου ἴσχηται χυμοῦ. θερμὸν
18
δὲ οὕτως ἐστὶν ὡς ἑλκοῦν ἤδη δύνασθαι καταπλασσόμενον. 11.826
1
ἐῤῥέθη δ’ ἔμπροσθεν ὡς τῆς ἐσχάτης ἐστὶ τάξεως
2
ἅπαντα τὰ οὕτως θερμά.