9
ιʹ.Περὶ βουτύρου.Βούτυρος ἢ βούτυρον, ὅπως ἂν
10
ἐθέλῃς ἀῥῥενικῶς τε καὶ οὐδετέρως ὀνομάζειν αὐτόν. γίνεται
11
μὲν οὖν ἐκ τοῦ λιπαρωτάτου κατὰ τὸ γάλα, καθότι προείρηται.
12
θαυμάζω δ’ ὅπως ὁ Διοσκορίδης ἐκ προβατείου φησὶν
13
αὐτὸν καὶ αὐγείου τὴν γένεσιν ἔχειν. ἐγὼ γὰρ ἐκ τοῦ
14
βοείου τὸ φάρμακον τοῦτο γιγνόμενον οἶδα, καὶ διὰ τοῦτο
15
νομίζω καὶ βούτυρον καλεῖσθαι, πεπτικῆς τ’ ἐστὶ δυνάμεως,
16
ἔχον ὀλίγον τι τῆς διαφορητικῆς, ἐπί τε τῶν μέσων κατά
17
τε τὴν μαλακότητα καὶ σκληρότητα σώματος. ἀεὶ γὰρ χρὴ
18
μεμνῆσθαι τοῦ τὰς ἁπλᾶς καὶ ἄνευ προσθήκης καὶ διορισμοῦ
19
τινος ἀποφάνσεις ἐπὶ τῶν μέσων τῇ κράσει λέγεσθαι 12.273
1
σωμάτων. τῶν μὲν γὰρ σκληρῶν τελέως σωμάτων τοὺς παρὰ
2
φύσιν ὄγκους διαφορεῖν ἀδύνατόν ἐστι τὸ φάρμακον τοῦτο,
3
τὰ δὲ μαλακὰ φλεγμαίνοντα καὶ πέττει καὶ διαφορεῖ ῥᾳδίως,
4
ὥστε καὶ παρωτίδας καὶ βουβῶνας καὶ τὰς ἐν τῷ
5
στόματι φλεγμονὰς καὶ ἄλλα δὲ μυρία πολλὰ τελέως αὐτῷ
6
μόνῳ ἰασάμεθα παιδικῶν σωμάτων καὶ γυναικείων πασχόντων.
7
ἀλλὰ κᾀπὶ τῶν φυόντων ὀδόντας παιδίων διαχριόμενον
8
συνεχῶς οὐδὲν ἧττον μέλιτος λεπτύνει τὰ οὖλα, δι’ ὧν
9
ἡ διέξοδος αὐτοῖς γίνεται. καὶ τὰ ἄλλα πάντα τὰ κατὰ τὸ
10
στόμα φλεγμονώδη πάθη μετὰ τὸ παύσασθαι τὸ ἐπιῤῥέον
11
διαφορεῖ τε καὶ πέττει. διὸ καὶ τοῖς καταπλάσμασι μίγνυται
12
τοῖς ἔξωθεν ἐπιτιθεμένοις, κατὰ παρωτίδων τε καὶ ὑποχονδρίων
13
καὶ βουβώνων. καὶ μέντοι καὶ καταποθὲν εἰς τὴν γαστέρα
14
καὶ δι’ αὐτῆς ἀναδοθὲν συντελεῖ μεγάλα ταῖς ἐκ πνεύμονος
15
ἀναπτύσεσιν ἐν πλευριτικοῖς τε καὶ περιπνευμονικοῖς
16
πάθεσιν, μετὰ καὶ τοῦ πέττειν αὐτά. μόνον μὲν οὖν ἐκλειχόμενον
17
πέπτει μὲν μᾶλλον, ἀνάγει δὲ ἧττον, ἅμα δὲ μέλιτι
18
καὶ ἀμυγδάλοις πικροῖς ἀνάγει μὲν μᾶλλον, ἧττον δὲ πέττει.