16
λʹ.Περὶ ἀμόργης.Ἀμόργη γεώδους ἐστὶν οὐσίας
17
θερμῆς, οὐ μὴν εἰς τοσοῦτον μετέχει θερμότητος ὡς δάκνειν
18
ἐπιφανῶς. εἰ δὲ καὶ ἑψηθείη, πολὺ μᾶλλον ἔτι παχυμερής 11.825
1
τε γίνεται καὶ ξηρά. καὶ εἴη ἂν ἐκ τῆς δευτέρας τάξεως τῶν
2
θερμαινόντων τε καὶ ξηραινόντων ἐπιτεταμένης πως μᾶλλον.
3
οὕτω γέ τοι καὶ τὰ τῶν ξηρῶν τῇ κράσει σωμάτων ἕλκη
4
θεραπεύει, τὰ δ’ ἐν τοῖς ἄλλοις ἅπασι παροξύνει. συντατικὴ
5
γάρ ἐστιν ὥσπερ ῥητίνη καὶ πίττα ξηρὰ καὶ ἄσφαλτος,
6
ἅπερ καὶ αὐτὰ τῶν σκληρῶν μὲν πάνυ σωμάτων ἤτοι
7
τραῦμα ἐχόντων ἢ κόλπων ἐστὶ κολλητική. τὰ δὲ ἄλλα
8
πάντα συντείνει τε καὶ παροξύνει.