1
ιʹ.Περὶ γαγάτου καὶ θρᾳκίου.Ἔστι δὲ καὶ ἄλλος
2
λίθος μέλας τὴν χρόαν, ὅταν ὁμιλήσῃ πυρὶ, παραπλησίαν
3
ὀσμὴν ἀσφάλτου ποιῶν, ὃν ὁ Διοσκορίδης καὶ ἄλλοι τινὲς
4
ἐν Λυκίᾳ φασὶν εὑρίσκεσθαι, κατὰ τὸν ποταμὸν ὄνομα Γαγάτην,
5
ὅθεν περ καὶ αὐτῷ τῷ λίθῳ τὴν προσηγορίαν
6
εἶναι φαμέν. οὐ μὴν ἐγὼ εἶδον ἐκεῖνον τὸν ποταμὸν, καίτοι
7
παραπλεύσας ὅλην Λυκίαν μικρῷ πλοίῳ τῆς ἱστορίας ἕνεκα
8
τῶν ἐν αὐτῇ. πλακώδεις δὲ λίθους μελαίνας, εἰ κατὰ πυρὸς
9
ἐπιτεθεῖεν, ἀσθενῆ φλόγα γεννῶντας ἐκόμισα πολλὰς ἐκ τῆς
10
κοίλης Συρίας, ἐν τῷ λόφῳ γεννωμένας τῷ περιέχοντι τὴν
11
νεκρὰν ὀνομαζομένην θάλασσαν, ἐν τοῖς ἀνατολικοῖς αὐτῆς
12
μέρεσιν, ἔνθα καὶ ἡ ἄσφαλτος γίνεται. καὶ ἦν ἡ ὀσμὴ τῶν
13
λίθων τῇ ἀσφάλτῳ παραπλησία. ἐχρησάμην δ’ αὐτοῖς εἰς
14
ἐμφυσήματα χρόνια κατὰ γόνυ γινόμενα δυσθεράπευτα, μιγνὺς
15
ταῖς πρὸς τοῦτο τὸ σύμπτωμα πεπειρασμέναις δυνάμεσιν,
16
καὶ σαφῶς ἔδοξεν ἡμῖν ἐναργεστέραν αὐτῶν πεποιηκέναι
17
τὴν δύναμιν. ἔμιξα δ’ αὐτὸν καὶ τῇ βαρβάρῳ καλουμένῃ
18
καὶ σαφῶς ἐγένετο ξηραντικώτερον τὸ φάρμακον, ὡς
19
καὶ κόλπους προστέλλειν, οὐ μόνον ἔναιμα τραύματα κολλᾷν 12.204
1
ἐφ’ ὧν ἡρμοκέναι μάλιστα πεπίστευται. ἔστι δὲ καὶ ἄλλη τις
2
λίθος, ἧς καὶ Νίκανδρος μέμνηται γράφων οὕτως.
3Ἠέ σύ γε Θρήϊσσαν ἐνὶ φλέξαις πυρὶ λίαν·4Εἶθ’ ὕδατι ῥανθεῖσα ἐλάσεται, ἔσβεσε δ’ αὐτὴν5Τυτθὸν, ὅτ’ ὀσμήσηται, ἐπιῤῥανθέντος ἐλαίου,6Τὴν ἀπὸ Θρηϊκίου νομέες ποταμοῖο φέρουσιν,7Ὃν Πόντον καλέουσιν.
8
Ἀλλ’ οὐδὲν ἐξ αὐτῆς ὤφελος ἐς ἰατρικὴν οὐδ’ ὁ Νίκανδρος
9
γράφει παρὰ τὴν δυσωδίαν, ἣ τὰ θηρία θυμιώμενα διώκει.