Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.)
urn:cts:greekLit:tlg0057.tlg075
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
editio(nes) critica(e):
translatio Latina: De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, pp. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1


7 ιαʹ.Περὶ καδμείας.Καδμεία γίνεται μὲν καὶ κατὰ
8 τὴν ἐν ταῖς καμίνοις γένεσιν τοῦ χαλκοῦ, τῆς γῆς ὅλης ἐκείνης
9 ἐξ ἧς χαλκὸς γεννᾶται κατὰ τὴν καμινείαν ἀναπεμπούσης
10 εἰς ὕψος οἷον αἴθαλόν τινα ἄσβολον, αἰθάλην γε
11 καὶ ἀσβόλην, ὡς ἂν ἐθέλῃ τις καλεῖν. εἰ δ’ οὐ γῆν, ἀλλὰ
12 λίθον ἐθέλεις καλεῖν, ἐξ οὗ διακρινομένου κατὰ τὰς καμίνους
13 τὸ μέν τι χαλκὸς γίνεται, τὸ δὲ καδμεία, τὸ δὲ διφρυγὲς,
14 διαφερέτω μηδέν. γίγνεται δὲ καὶ ἐν τοῖς ἀργυρίοις μετάλλοις
15 κατὰ τὴν ὁμοίαν διάκρισιν γένεσιν ὅπως ἂν
16 ἐθέλῃς ὀνομάζειν. ἀλλὰ καὶ τοῦ πυρίτου λίθου καμινευομένου
17 γίγνεται καδμεία. καὶ χωρὶς δὲ καμίνου καδμεία κατὰ Κύπρον
18 εὑρίσκεται, καὶ δικαίως ἄν τις τὴν τοιαύτην ὀνομάζοι 12.220
1 λίθον. ἐν γοῦν τοῖς Σόλοις τῆς ἐν ταῖς καμινείαις γεννωμένης
2 καδμείας ὀλίγιστον ἦν ἔτι καθ’ ὃν ἐγὼ χρόνον ἐπεδήμησα
3 τῇ νήσῳ. λίθους δὲ λαβὼν παρὰ τοῦ τοῖς μετάλλοις
4 ἐπιτεταγμένου κατά τε τὰ ὄρη καὶ τοὺς ῥύακας εὑρισκομένους,
5 οὓς εἰς Ἀσίαν τε καὶ Ἰταλίαν κομίσαντός μου, μέγιστον
6 δῶρον ἐδόκουν οἱ φίλοι λαμβάνειν, ὡς τῆς ἄλλης καδμείας
7 ἐκείνην οὖσαν ἀμείνονα. τὴν τοιαύτην μὲν οὖν εἰκότως
8 ἄν τις ὀνομάζοι λιθώδη καδμείαν, τῆς δὲ καμινευομένης
9 μέν τις βοτρυῗτις, δὲ πλακῖτις ὑπὸ τῶν ἰατρῶν καλεῖται·
10 βοτρυῗτις μὲν ἐν τοῖς ὑψηλοτέροις μέρεσι τῶν οἴκων
11 ἀθροιζομένη κατὰ τὰς καμινείας, πλακῖτις δὲ ἐν τοῖς ταπεινοτέροις.
12 καὶ πρόδηλον ὅτι λεπτομερεστέρα μὲν  
13 βοτρυῗτίς ἐστι, παχυμερεστέρα δὲ πλακῖτις, ἀμφότεραι δὲ
14 ξηραντικῆς δυνάμεως, ὥσπερ καὶ τἄλλα τὰ μεταλλευόμεν
15 τε καὶ λιθώδη καὶ γεώδη. πρὸς δὲ τῇ ξηραντικῇ καὶ τὴν
16 ῥυπτικὴν μετρίως ἔχει. γε μὴν ἐκ τῶν καμίνων ἐξ ἀνάγκης
17 ἔχει τι καὶ τῆς τοῦ πυρὸς δυνάμεως. εἰκότως οὖν πλύνοντες
18 αὐτὴν φάρμακον ἐργάζονται ξηραῖνόν τε καὶ ῥύπτον 12.221
1 μετρίως ἄνευ δήξεως ὡς εἰς τὰ πληρώσεως ἕλκη δεόμενα
2 κατά τε τοὺς ὀφθαλμοὺς καὶ τὸ πᾶν σῶμα χρήσιμον. τὰ δὲ
3 λίαν ὑγρὰ τῶν ἑλκῶν σηπεδονώδη κατὰ μὲν τὰ πάνυ μαλακὰ
4 τῶν σωμάτων, οἷα τὰ τῶν εὐνούχων τε καὶ παίδων
5 καὶ γυναικῶν ἐστιν, ὀνίνησιν τοιαύτη καδμεία· κατὰ δὲ τὰ
6 σκληρὰ καὶ σύντονα τῶν εὐτονώτερον ξηραινόντων ἐστὶ χρεία
7 φαρμάκων. ἀεὶ τοίνυν χρὴ μεμνῆσθαι πρὸς τὴν εὔκρατόν τε
8 καὶ μέσην τῶν ὑπερβολῶν φύσιν ἀναφέρεσθαι τὸν λόγον ἐν
9 ἅπασι τοῖς ἁπλῶς λεγομένοις, οἷον ὅτε εἴπωμεν ἤτοι πληρωτικὸν
10 ἑλκῶν ἐπουλωτικὸν εἶναι φάρμακον, ἄλλο ὁτιοῦν
11 ἄλλο ποιοῦν, πρὸς ἣν καὶ ἡμεῖς νῦν ἀναφέροντες ξηραντικὴν
12 καὶ βραχέως ῥυπτικὴν τῇ καδμείᾳ τὴν δύναμιν εἶνα
13 φαμεν, ἐν δὲ τῇ κατὰ θερμότητά τε καὶ ψύξιν διαφορᾷ
14 σύμμετρός πώς ἐστιν οὐδέτερον ἐπιφανῶς ἐργαζομένη.