6
ζʹ.Περὶ Ἐλενίου.Ἐλενίου τῆς πόας ἡ ῥίζα ἐστὶ
7
μάλιστα χρήσιμος, οὐκ εὐθὺς κατὰ τὴν πρώτην προσβολὴν
8
θερμαίνουσα, καὶ διὰ τοῦτο λεκτέον αὐτὴν οὐ θερμὴν καὶ
9
ξηρὰν ἀκριβῶς, ὥσπερ τὸ μέλαν καὶ λευκὸν πέπερι, ἀλλὰ
10
σὺν ὑγρότητι περιττωματικῇ, καὶ διὰ τοῦτο καὶ τοῖς ἐκλείγμασι
11
τοῖς εἰς τὰς ἀναγωγὰς τῶν γλίσχρων καὶ τῶν παχέων
12
ἐν θώρακι καὶ πνεύμονι χυμῶν ἐπιτηδείως μίγνυται
13
καὶ φοινίσσουσιν αὐτῇ τὰ μόρια, ψυχροῖς καὶ χρονίοις ἐνοχλούμενα
14
πάθεσιν, ὥσπερ ἰσχιάδες τέ τινές εἰσι καὶ ἡμικρανίαι
15
καὶ συνεχεῖς ἄρθρων τινῶν ἐκπτώσεις δι’ ὑγρότητος.