9
ιδʹ.Περὶ καρπησίου.Καρπήσιον ὅμοιον μὲν ὑπάρχει
10
τῷ καλουμένῳ φοῦ κατά τε τὴν γεῦσιν καὶ τὴν δύναμιν,
11
ἐπιπλέον δ’ ἐστὶ λεπτομερὲς, διὸ καὶ μᾶλλον ἐκείνου
12
ῥύπτει τὰς τῶν σπλάγχνων ἐμφράξεις καὶ οὖρα κινεῖ καὶ
13
νεφροὺς ἐκκαθαίρει λιθιῶντας. οὐ μὴν εἰς τοσοῦτόν γε λεπτομερές
14
ἐστιν, ὡς ἀντὶ κινναμώμου χρῆσθαι μὴ παρόντος,
15
ὥσπερ ὁ Κόϊντος ἔπραττεν. ἄμεινον μὲν οὖν ἐστι τὸ Ποντικὸν
16
καρπήσιον τοῦ Λαερτικοῦ, οὐ μὴν οὐδ’ αὐτὸ πλησίον
17
κινναμώμου τὴν δύναμιν, ἀλλὰ καὶ τῆς ἀρίστης κασίας οὐκ
18
ὀλίγῳ λειπόμενον. ὠνόμασται δ’ ἑκάτερον ἀπό τινων ὀρῶν 12.16
1
τῆς Παμφυλίας, ἐν οἷς γεννᾶται καὶ πλείστων αὐτῶν εὐπορήσαις
2
ἂν ἐν Συρίῃ.