1
καʹ.Περὶ ἀφροσελίνου.Καὶ ὁ ἀφροσέλινος καλούμενος
2
καὶ τοὺς ἐπιλήπτους, οὐ μὴν ἡμεῖς ἐπειράθημεν. εἰσὶ
3
δὲ καὶ ἄλλοι τινὲς λίθοι περιαπτόμενοι πρός τινων, ἔνιοι δὲ
4
καὶ χαρακτῆράς τινας ἐγγραφομένους ἔχοντες καὶ γράμματα,
5
καθάπερ καὶ ὁ πρὸς τὰς αἱμοῤῥοΐδας ἥρμοκεν ἱερακίτης, οὗ
6
καὶ ἡμεῖς ἐπειράθημεν. ἀλλ’ οὐ νῦν περὶ τῶν τοιούτων λέγειν
7
καιρὸς ἐξ ἐμπειρίας μόνης ἐχόντων τὴν πίστιν, οὐ κατὰ
8
μέθοδόν τινα λογικὴν εἰς χρῆσιν ἠγμένων. ἄλλος οὖν ὁ περὶ
9
τούτων ἔσται καιρός τε καὶ τόπος. νυνὶ δ’ ἐπὶ τὸ προκείμενον
10
ἐξ ἀρχῆς ἡμῖν ἐν ὅλῃ τῇ πραγματείᾳ πάλιν ἀνέλθωμεν.