Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.)
urn:cts:greekLit:tlg0057.tlg075
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
editio(nes) critica(e):
translatio Latina: De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, pp. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1


1  δʹ.Περὶ ῥητινῶν.Ῥητίναι πᾶσαι ξηραίνουσι
2 καὶ θερμαίνουσι. διαφέρουσι δ’ ἀλλήλων τῷ τε πλέον
3 ἔλαττον ἔχειν ἔν τε τῇ γεύσει δριμὺ κᾀν τῇ δυνάμει θερμαῖνον
4 καὶ τῷ τὰς μὲν ἧττον αὐτῶν εἶναι λεπτομερεῖς, τὰς
5 δὲ μᾶλλον, καὶ τῷ τὰς μὲν στύψεως μετέχειν, τὰς δ’ οὔ.
6 προκέκριται δ’ εἰκότως ἐξ ἁπασῶν σχινίνη, μαστίχην δ’
7 αὐτὴν ὀνομάζουσι. πρὸς γὰρ τῷ στύψεως ὀλίγης μετέχειν,
8 ὡς καὶ ταῖς κατὰ τὸν στόμαχον καὶ τὴν γαστέρα καὶ τὸ
9 ἧπαρ ἀτονίαις καὶ φλεγμοναῖς ἁρμόττειν, ἔτι καὶ τὸ ξηραίνειν
10 καὶ ἀλύπως αὐτῇ πάρεστιν. ἥκιστα γάρ ἐστι δριμεῖα
11 καὶ μάλιστα λεπτομερής. τῶν δ’ ἄλλων τερμινθίνη πρωτεύει,
12 σαφῆ μὲν οὐχ ὁμοίως τῇ μαστίχῃ τὴν στύψιν ἔχουσα,
13 πικρότητα δέ τινα κεκτημένη, δι’ ἣν καὶ μᾶλλον τῆς μαστίχης
14 διαφορεῖ. διὰ δὲ τὴν αὐτὴν ταύτην ποιότητα καὶ τὸ
15 ῥύπτειν αὐτῇ πάρεστιν ἐπὶ τοσοῦτον, ὥστε καὶ ψώρας ἰᾶσθαι.
16 καὶ μὲν δὴ καὶ τὰ ἐκ βάθους ἕλκει μᾶλλον τῶν ἄλλων
17 ῥητινῶν, ὅτι καὶ λεπτομερὴς ἐκείνων μᾶλλόν ἐστι. γέ 12.114
1 τοι πευκίνη, καὶ ταύτης ἔτι μᾶλλον στροβιλίνη, δριμύτεραι
2 μὲν αὐτῆς εἰσιν, οὐ μὴν οὔτε διαφοροῦσι μᾶλλον οὔτ’ ἐπισπῶνται.
3 μέσαι δ’ αὐτῶν εἰσιν πιτυΐνη καὶ ἐλατίνη, δριμύτεραι
4 μὲν οὖσαι τῆς τερμινθίνης, ἧττον δὲ δριμεῖαι τῆς
5 πευκίνης τε καὶ στροβιλίνης. ἔχει δὲ καὶ μαλακτικὸν τερμινθίνη
6 ῥητίνη. δευτέρα δ’ ἐστὶν ἐν τῷ μαλάσσειν σχινίνη,
7 καθάπερ κυπαρισσίνη δριμεῖα.