13
λʹ.Περὶ ῥύπου τῶν ἀνθρώπων.Ῥύπος γεννᾶται μὲν
14
οὐ μόνον ἐπὶ παντὸς τοῦ κατὰ τὸ σῶμα δέρματος, ἀλλὰ
15
κᾀν τοῖς ὠσὶ, διὰ δὲ βραχύτητα δυσπόριστός ἐστι καὶ κατὰ
16
τοῦτο περὶ αὐτοῦ γεγράφασιν οὐδὲν, ὅτι μὴ παρωνυχίαις
17
ἁρμόττειν τὸν ἐκ τοῦ ὠτὸς ῥύπον, ὅνπερ δὴ καὶ μόνον οἷόν
18
τε λαβεῖν ἐστι καθ’ ἑαυτόν. ὁ γὰρ ἐπιτρεφόμενος ἅπαντι τῷ
19
δέρματι κατά τε τὰ βαλανεῖα καὶ τὰς παλαίστρας ἀποῤῥύπτεται, 12.309
1
συντελῶν τι καὶ αὐτὸς τῷ καλουμένῳ πάτῳ, περὶ
2
οὗ προείρηται. δηλοῖ δ’ αὐτοῦ καὶ ἡ γένεσις τὴν φύσιν. εἰ
3
γὰρ τοῦ κατὰ τὴν ἄδηλον διαπνοὴν ἐκκενουμένου τὸ παχυμερὲς
4
καὶ γεῶδες ὑπόλειμμα ῥύπος γίγνεται, ξηραντικῆς
5
ἐστι δυνάμεως, ἔχον τι καὶ θερμότητος. ὅ γε μὴν ἐπιτρεφόμενος
6
τοῖς τῶν προβάτων ἐρίοις ῥύπος, ἐξ οὗ τὸν καλούμενον
7
οἴσυπον ποιοῦσιν, πεπτικῆς ἐστι δυνάμεως παραπλησίως
8
τῷ βουτύρῳ; βραχύ τι δὲ καὶ διαφορητικὸν ἔχει.