Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.)
urn:cts:greekLit:tlg0057.tlg075
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
editio(nes) critica(e):
translatio Latina: De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, pp. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1


4  ιγʹ.Περὶ χολῆς.Οὗτος χυμὸς ἀποδέδεικται
5 θερμότατος εἶναι τῶν ἐν ἑκάστῳ ζώῳ χυμῶν. ὥσπερ οὖν
6 τὸ αἷμα καὶ τὰς σάρκας ἀνομοίας ἔχει κεκραμένα τὰ ζῶα,
7 κατὰ τὸν αὐτὸν λόγον καὶ τὴν χολήν. ἐν μὲν γὰρ τοῖς θερμοτάτοις
8 ἀναγκαῖόν ἐστι καὶ τὴν χολὴν ὑπὲρ τὰς τῶν ἄλλων
9 ζώων χολὰς εἶναι, ἐν δὲ τοῖς ἧττον ἐκείνων θερμοῖς ἀνάλογον
10 ἀπολείπεσθαι καὶ τὸν χυμὸν τοῦτον, ὅσον ἀπολείπεται
11 κᾀν τοῖς ἄλλοις. ἔμαθες γὰρ εἶναι τοὺς πάντας ἐν ἑκάστῳ
12 τῶν ἐναίμων ζώων χυμοὺς τέσσαρας, αἷμα καὶ φλέγμα
13 καὶ χολὴν ξανθήν τε καὶ μέλαιναν. ἔμαθες δὲ καὶ ὡς ἔθος
14 ἐστὶν οὐ μόνον τοῖς ἰατροῖς, ἀλλὰ καὶ τοῖς Ἕλλησιν ἅπασιν
15 τὴν μὲν ξανθὴν χολὴν ἁπλῶς ὀνομάζειν χολὴν, ὡς ὑπακουσομένων
16 τῶν ἀκουσάντων τὸ τῆς χρόας ὄνομα, τὴν μέλαιναν
17 δ’ οὐχ ἁπλῶς ὀνομάζειν χολὴν, ἀλλὰ μετὰ προσθήκης
18 ὅλου τούτου μέλαιναν χολήν. ἀλλὰ καὶ ὡς τὴν ξανθὴν 12.276
1 χολὴν ἐνίοτε καλοῦσιν ὠχρὰν ἐπίστασαι καὶ ὡς κατὰ τὴν
2 ἐπὶ τῷ ἥπατι κύστιν ἐνίοτε μὲν ὠχρὰν, ἐνίοτε δὲ ξανθὴν ἐν
3 ταῖς τῶν ζώων ἀνατομαῖς ὁρῶμεν αὐτήν. ἤκουσας δὲ καὶ ὡς
4 ξανθὴ θερμοτέρα τῆς ὠχρᾶς ἐστι τοσοῦτον ὅσον καὶ παχυτέρα.
5 μιγνυμένης γὰρ ὀῤῥώδους ὑγρότητος τῇ ξανθῇ χολῇ
6 τὴν ὠχρὰν συμβαίνει γίνεσθαι, καθάπερ καὶ τὴν ὠχρὰν θερμαινομένην
7 ἐπὶ πλέον παχεῖαν μὲν ἀποτελεῖσθαι τῇ συστάσει,
8 ξανθὴν δὲ τῇ χρόᾳ. καὶ γὰρ οὖν καὶ κατὰ τὰ ζῶα φαίνεται
9 τοῖς μὲν μᾶλλον θερμοῖς ξανθὴ, τοῖς δ’ ἧττον ὠχρά.
10 καὶ ὅταν γε τὰ θερμὰ ζῶα πεινήσαντα τύχῃ καὶ διψήσαντα,
11 πρὸς τὸ μέλαν ἐκτρέπεται χρῶμα, ποτὲ μὲν ἰῶδες ἔχουσα
12 τοῦτο, ποτὲ δὲ κυανοῦν, ἐνίοτε δὲ τὸ τῆς ἰσάτιδος, ὅπερ
13 ἐστὶ φαιότερον τοῦ τῆς κράμβης. πρόσεχε τοίνυν καὶ σὺ τῷ
14 χρώματι τῶν χολῶν, ὅταν σκευάζῃς φάρμακον ἐν καὶ χολῆς
15 τι περιέχεται. μιγνῦσι δὲ τοῖς μὲν ὀνομαζομένοις κυκλίσκοις
16 τε καὶ τροχίσκοις, οἷος τε τοῦ Ἄνδρωνός ἐστι καὶ
17 Πολυείδου καὶ Πασίωνος καὶ Βιτῖνος, τὴν τοῦ ταύρου
18 χολήν. ὅταν μὲν γὰρ τῶν εἰς τοὺς ὀφθαλμοὺς χρησίμων 12.277
1 φαρμάκων σκευάζουσιν, ὑαίνης καὶ ἀλεκτρυόνος καὶ πέρδικος
2 καί τινων ἑτέρων ζώων. ἔστι δὲ τοῦ  ταύρου θερμοτέρα
3 δηλονότι καὶ ξηραντικωτέρα τῆς τῶν εὐνουχισθέντων
4 βοῶν. ὁμοιοῦται γὰρ ἀεὶ τὸ εὐνουχισθὲν ζῶον τῷ θήλει
5 τε καὶ νέῳ. ὥσπερ οὖν ταῦτα πλεονεκτεῖ μὲν ὑγρότητι τῶν
6 τελείων, ἀπολείπεται δὲ θερμότητι, κατὰ τὸν αὐτὸν τρόπον
7 εὐνουχισθεὶς βοῦς τῶν ταύρων. καί τινων ταύρων ἐθεασάμην
8 χολὴν κυανὴν ὑπεροπτηθείσης τῆς ξανθῆς, ἣν οὐκ
9 ἠξίωσα βαλεῖν εἰς τὸ σκευαζόμενον φάρμακον, ἀλλ’ ἑτέρου
10 ταύρου τὴν μετρίως ξανθὴν εἱλόμην. ὑπερπεπονήκει γὰρ
11 ταῦρος ἐκεῖνος ἑλκόμενος βιαίοις δεσμοῖς, ὥστε εὔδηλον ὅτι
12 καὶ θυμωθεὶς ἐν τούτῳ τῷ ἔργῳ θερμοτέραν ἔσχε τὴν κρᾶσιν.
13 εἰκὸς δ’ αὐτὸν ἦν καὶ διψῆσαι καὶ πεινῆσαι βιαίως
14 συρόμενον, ἐν κεφαλαίῳ δ’ εἰπεῖν, ὥσπερ τὸ οὖρον ἐπὶ μὲν
15 τῷ συμμέτρῳ πόματι συμμέτρως ὠχρὸν φαίνεται, διψησάντων
16 δὲ καὶ ἀσιτησάντων καὶ πολλὰ καμόντων ξανθὸν, ἐμπλησθέντων
17 δὲ καὶ μεθυσθέντων λευκὸν, οὕτω καὶ χολὴ μεταβάλλει
18 τὰς χρόας, ἐπὶ μὲν τὸ ξανθότερον ἐν γυμνασίοις 12.278
1 καὶ ἀσιτίαις καὶ δίψεσι, ἐπὶ δὲ τὸ λευκότερον ἐν τοῖς ἐναντίοις.
2 ἴσθι τοίνυν ἐὰν μὲν ξανθὴν ἱκανῶς ἐμβάλῃς χολὴν
3 τῷ σκευαζομένῳ φαρμάκῳ, θερμότερον αὐτὸ ποιήσεις, ἐὰν δὲ
4 ὠχρὰν, μετρίως θερμὸν, ἐὰν δὲ ἔκλυτόν τε καὶ ὑδατώδη,
5 τοσούτῳ τῆς προσηκούσης κράσεως ἀπολειπόμενον, ὅσῳ καὶ
6 χολὴ πρὸς τὸ λευκότερον ἐτράπετο. οὕτως οὖν καὶ τοῖς
7 τὰς μεμυκυίας αἱμοῤῥοΐδας ἀναστομοῦσι διὰ ταύρου χολῆς
8 ἐνίοτε μὲν ἀσθενὴς, ἐνίοτε δὲ περαιτέρω τοῦ προσήκοντος
9 ἐφάνη δριμεῖα. γίνεται μὲν οὖν καὶ παρὰ τὸ χρώμενον τῇ
10 χολῇ σῶμα διαφορά τις, εὐαίσθητόν τε καὶ δυσαίσθητον
11 ὑπάρχον εὐπαθές τε καὶ δυσπαθές. ἀλλὰ παρ’ αὐτὴν μὲν,
12 ὡς ἔφην, τὴν χολὴν οὐ μικρά τίς ἐστιν παραλλαγή. γοῦν
13 αὐτὸς ἄνθρωπος ὑπὸ μὲν τῆς ξανθῆς χολῆς μᾶλλον, ἧττον
14 δὲ ὑπὸ τῆς ὠχρᾶς δάκνεται. εὔδηλον μὲν οὖν ἔνεστι κᾀκ τοῦ
15 τὰς αἱμοῤῥοΐδας ἀναστομοῦν, ὅπως ἐστὶ δριμὺς χυμὸς
16 οὗτος, ἀλλὰ καὶ τοῖς χρωμένοις αὐτοῖς φαίνεται δάκνων, καὶ
17 διὰ τοῦτο φυλαττόμεθα πρὸς ἄλλο τι νόσημά τε καὶ σύμπτωμα
18 χρῆσθαι τῇ ξανθῇ χολῇ καθ’ ἑαυτὴν μόνῃ. καὶ γὰρ 12.279
1 οἱ εἰρημένοι κυκλίσκοι τῆς χολῆς ὀλίγον λαμβάνουσι καὶ τὰ
2 πρὸς ὀξυδερκίαν συντιθέμενα φάρμακα τὰ μὲν ὑαίνης χολῆς,
3 τὰ δὲ πέρδικος ἀλεκτρυόνος ἄλλου τινὸς λαμβάνονται,
4 μέλι τε μιγνύμενον ἔχει καὶ μαράθρου χυλὸν ὀποβάλσαμον.
5 ἐνίων δὲ ζώων ἐξαιρέτως ἐπῄνηται χολὴ παρὰ τοῖς
6 ἰατροῖς, ὡς ὀξυδερκές τε ἅμα καὶ ὑποχυμάτων ἀρχὰς διαφοροῦσα,
7 καθάπερ τε τοῦ ἰχθύος, ὀνομάζουσι δ’ αὐτὸν
8 καλλιώνυμον, ὑαίνης τε καὶ τοῦ θαλαττίου σκορπίου καὶ
9 ἀλεκτορίδος καὶ πέρδικος. ἀσθενεστάτη δ’ ἐστὶν τῶν ὑῶν
10 εἰς τοσοῦτον, ὥστε μηδὲ τοῖς ἕλκεσιν ἀφόρητον εἶναι, φαίνετα
11 γε μάλιστα πασῶν χολῶν ὑδατωδεστάτη, πλὴν τῶν
12 ἀγρίων καὶ κατ’ ὄρη διαιτωμένων ὑῶν. ὥσπερ γὰρ σὰρξ
13 ὅλη θερμοτέρα τε καὶ ξηροτέρα τούτων ἐστὶν, οὕτω καὶ
14 χολή. τῇ δὲ τῶν ἡμέρων ὑῶν χολῇ χρῶνταί τινες ἐπὶ τῶν
15 ἐν ὠσὶν ἑλκῶν, οὐκ ἀδοκίμῳ φαρμάκῳ, καὶ χρῶ καὶ σὺ μὴ
16 παρόντος ἄλλου τινὸς τῶν συνθέτων, ἔστι γὰρ μυρία. κατὰ
17 δὲ τὸ μέγεθος τῆς διαθέσεως καὶ ἄλλη τις ἄλλου ζώου χολὴ
18 δύναιτ’ ἂν ἁρμόττειν. ὅταν γὰρ χρόνιόν τε τὸ ἕλκος ἰχῶρ 12.280
1 τε καὶ πῦον ἔχον πολὺν, καὶ τῶν ξηραντικωτέρων ἀνέξεται
2 χολῶν, οἵα τῶν τε προβάτων βραχὺ δριμυτέρα τῆς τῶν ὑῶν
3 καὶ μᾶλλον ταύτης τῶν αἰγῶν, παραπλησία πώς ἐστιν
4 τῶν ἄρκτων τε καὶ βοῶν. δὲ τῶν ταύρων ἰσχυροτέρα
5 μὲν τούτων, ἀπολειπομένη δὲ τῆς τῶν ὑαινῶν. αὕτη δ’ αὖ
6 πάλιν αὐτὴ τῇ τε τοῦ καλλιωνύμου καὶ σκορπίου θαλαττίου
7 καὶ χελώνης θαλαττίας. τὴν δὲ τῆς ἀγρίας αἰγὸς
8 χολὴν ἔγραψαν ἔνιοι τοὺς νυκταλωπιῶντας ὠφελεῖν. εἰσὶ δὲ
9 καὶ αἱ τῶν πτηνῶν ζώων χολαὶ πᾶσαι δριμύτεραί τε καὶ
10 ξηραντικώτεραι τῶν ἐν τοῖς τετράποσι, τῶν δὲ πτηνῶν αὐτῶν
11 αἵ τε τῶν ἀλεκτορίδων τε καὶ περδίκων εἰσὶ μὲν ἀμείνους
12 εἰς ἰατρικὴν χρείαν. αἱ δὲ τῶν ἱεράκων τε καὶ ἀετῶν
13 δριμεῖαι ἱκανῶς, εἰσὶ δὲ καὶ διαβρωτικαὶ, διὸ καὶ ἰώδεις φαίνονται
14 κατὰ τὴν χρόαν, ἐνίοτε δὲ καὶ μέλαιναι. ταύτας οὖν
15 αὐτῶν ἐπιστάμενος τὰς διαφορὰς, ἐπιστάμενος δὲ καὶ τῶν
16 παθῶν τίνα μὲν δεῖ μᾶλλον ξηραίνεσθαι, τίνα δ’ ἧττον, ἐὰν
17 μιᾶς ἡστινοσοῦν χολῆς ἀπὸ τῶν ἔργων πειραθείης, ἀπ’ ἐκείνων
18 ἐπὶ τὰς ἄλλας μεταβαίνειν δυνήσῃ κατὰ μέθοδον, ὥστ’
19 ἀεὶ τὴν ἁρμόττουσαν τῷ πάθει παραλαμβάνειν. ἅτε γὰρ ἐν 12.281
1 στοχασμῷ κειμένης τῆς καθ’ ἑκάστην δύναμιν σφοδρότητος,
2 ἀπό τινος ὡρισμένης ἀρχῆς ἐπὶ τὴν ἀπείραστον ὕλην μεταβαίνειν
3 σε χρὴ, παρὰ  τοῦ προπεπειραμένου μαθόντα
4 τὰς ἐν αὐτοῖς ὑπεροχάς. ἐγὼ δὲ καὶ γνωρίσματά σοι σαφῆ
5 διῆλθον ἀπὸ τῆς χρόας τῶν χολῶν καὶ τῆς κράσεως τῶν ζώων.