Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.)
urn:cts:greekLit:tlg0057.tlg075
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
editio(nes) critica(e):
translatio Latina: De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, pp. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1


6 βʹ.Περὶ ἄγνου λύγου.Ἄγνος δὲ λύγος, τὸ
7 θαμνῶδες φυτὸν, θερμὸς μέν ἐστι καὶ ξηραντικὸς κατὰ τὴν
8 τρίτην που ἀπόστασιν, λεπτομερὴς δὲ ἱκανῶς καὶ γευόμενος
9 δριμύς τε ἅμα καὶ στύφων ἄγνος, λύγος. αὐτὰς μὲν
10 δὴ τὰς λύγους ἀχρήστους ἔχει πρὸς ἰατρείαν, τὰ δὲ φύλλα
11 καὶ τὸ σπέρμα ξηρὰ καὶ θερμὰ τὴν δύναμίν ἐστι καὶ κατὰ
12 τὴν οὐσίαν λεπτομερῆ. καὶ γὰρ χρωμένων οὕτω φαίνεται
13 καὶ γευομένων δριμύ τε ἅμα καὶ ὑποστῦφόν ἐστι καὶ τὸ
14 φύλλον καὶ τὸ ἄνθος καὶ καρπός. ἔστι δὲ καὶ ἐδώδιμος
15 καρπὸς καὶ θερμαίνει σαφῶς μετὰ τοῦ κεφαλαλγὴς ὑπάρχειν.
16 εἰ δὲ φρυχθείη, καὶ γὰρ καὶ οὕτως ἐσθίεται μετὰ τραγημάτων,
17 ἧττον ἅπτεται τῆς κεφαλῆς. ἄφυσος δὲ κατὰ γαστέρα
18 καὶ ἄφρυκτος μὲν, ἐπὶ μᾶλλον δὲ πεφρυγμένος. ἐπέχει δὲ 11.808
1 καὶ τὰς πρὸς ἀφροδίσια ὁρμὰς τε πεφρυγμένος καὶ
2 ἄφρυκτος καρπὸς, καὶ τὰ φύλλα καὶ τὰ ἄνθη τοῦ θάμνου
3 ταὐτὸ τοῦτο δύναται δρᾷν, ὥστε οὐ μόνον ἐσθιόμενα καὶ
4 πινόμενα πρὸς ἁγνείαν πεπίστευται συντελεῖν, ἀλλὰ καὶ ὑποστρωννύμενα.
5 ταῦτ’ ἄρα καὶ τοῖς Θεσμοφορίοις αἱ γυναῖκες
6 Ἀθήνῃσιν ὑποστρωννύουσιν ἑαυταῖς ὅλον τὸν θάμνον,
7 ἐντεῦθεν δὲ καὶ τοὔνομα αὐτῷ. ἐξ ὧν ἁπάντων δῆλον, εἴ
8 γε τῶν ἐν τοῖς ἔμπροσθεν ὑπομνήμασιν εἰρημένων μεμνήμεθα,
9 θερμαίνειν τε ἅμα καὶ ξηραίνειν καὶ ἀφυσότατον ὑπάρχειν
10 ἄγνον. ὅτι δὲ λεπτομερὴς ἀκριβῶς ἐστιν δύναμις
11 αὐτοῦ τεκμήριον. καὶ γὰρ τὸ πρὸς κεφαλὴν. ἅπτειν οὐ διὰ
12 πλῆθος ἀτμώδους πνεύματος ὑπ’ αὐτοῦ γεννωμένου μᾶλλον
13 ἤπερ διὰ θερμότητα καὶ λεπτομέρειαν εὔλογον γίνεται. εἴ
14 περ γὰρ ἦν φυσώδους πνεύματος γεννητικὸν, ἐνεφύσησέ τε
15 ἂν τὴν γαστέρα καὶ τὰς πρὸς ἀφροδίσια παρώξυνεν ὁρμὰς
16 ὥσπερ εὔζωμον. ἐπεὶ δὲ οὐ μόνον οὐ παροξύνει, ἀλλὰ καὶ
17 καταστέλλειν πέφυκεν, εἴη ἂν κατὰ τὴν πηγάνου μάλιστα
18 δύναμιν ἐν τῷ θερμαίνειν καὶ ξηραίνειν, οὐ μὴν ἶσόν γ’ ἐστὶν 11.809
1 αὐτῷ. βραχὺ γὰρ ἀπολείπεται κατ’ ἄμφω· καὶ γὰρ θερμαντικώτερον
2 αὐτοῦ καὶ ξηραντικώτερόν ἐστι τὸ πήγανον.
3 διενήνοχε δὲ καὶ τῷ τῆς ποιότητος καὶ δυνάμεως ἐπιμίκτῳ.
4 τὸ γὰρ τοῦ ἄγνου σπέρμα καὶ οἱ βλαστοὶ στύψιν τινὰ
5 μετρίαν ἐπεισφέρουσι. τὸ δὲ πήγανον ὅταν μὲν ξηρὸν ,
6 πικρὸν ἀκριβῶς ἐστι καὶ δριμὺ, ὅταν δὲ ὑγρὸν, ὑπόπικρον.
7 οὐ μὴν αὐστηρόν γε στρυφνόν τι πρόσεστιν αὐτῷ, εἰ
8 καὶ προσεῖναί τῳ δόξειεν, ἀμυδρὸν παντάπασιν οἶδ’ ὅτι δόξει,
9 καὶ οὐδαμῶς ἶσον τῷ τοῦ ἄγνου. ταῦτ’ ἄρα καὶ πρὸς
10 ἧπαρ καὶ σπλῆνα σκληρούμενά τε καὶ ἐμφραττόμενα τὸ
11 τοῦ ἄγνου σπέρμα μᾶλλον πήγανον ἁρμόττει. τῆς θεραπευτικῆς
12 δέ ἐστιν ἤδη ταῦτα μεθόδου, ἧς τὸ μὲν μηδ’ ὅλως
13 προσάπτεσθαι φαρμάκων δυνάμεως ἀποφαινόμενον ἀδύνατόν
14 ἐστι, τὸ δὲ ταχέως ἀπολείποντα πάλιν ἐπανέρχεσθαι
15 πρὸς τὸ προκείμενον ἀνδρὸς ἔργον ἂν εἴη σώφρονος. ἔτι
16 δὲ μᾶλλον ἐπὶ τῶν ἑξῆς φαρμάκων αὐτὸ δὴ τοῦτο πρᾶξαι
17 πειράσομαι, λέγω δὴ τὸ τὴν καθόλου δύναμιν ἔκ τινων
18 ὀλίγων ἐναργῶν ἐπιλογισάμενος ἀποχωρεῖν τῶν κατὰ μέρος 11.810
1 ἐνεργειῶν. ἀρκεῖ γὰρ τοῦτο μόνον εἰς τὰ παρόντα γινώσκειν,
2 ὡς θερμὸς μὲν καὶ ξηρὸς ἄγνος τὴν δύναμίν ἐστιν οὐ
3 μετρίως, ἀλλὰ κατὰ τὴν τρίτην που τῶν ἀποστάσεων, λεπτομερὴς
4 δὲ ἱκανῶς.  γὰρ ταῦτα εἰδὼς, εἶτα προσμαθὼν
5 τὴν θεραπευτικὴν μέθοδον, αὐτὸς ἐξευρήσει πῶς μὲν
6 καταμήνια κινήσει δι’ αὐτοῦ, πῶς δὲ τὰ σκληρυνόμενα μόρια
7 διαφορήσει, πῶς δὲ ἄκοπον θερμαντικὸν ἄλειμμα δι’
8 αὐτοῦ κατασκευάσει.