14
λεʹ.Περὶ κοκκυμηλέας.Κοκκυμηλέας ὁ καρπὸς ὑπάγει
15
γαστέρα, καὶ πρόσφατος μὲν ὑπάρχων μᾶλλον, ξηρανθεὶς
16
δ’ ἧττον. Διοσκουρίδης δ’ οὐκ οἶδ’ ὅπως τὰ Δαμασκηνὰ
17
κοκκύμηλα ξηρανθέντα φησὶν ὑπέχειν γαστέρα. ὑπάγει μὲν
18
γὰρ καὶ ταῦτα σαφῶς, ἀλλ’ ἧττον τῶν ἐκ τῆς Ἰβηρίας. 12.33
1
ἔστι δὲ τὰ μὲν Δαμασκηνὰ στυπτικώτερα, τὰ δ’ ἐκ τῆς Ἰβηρίας
2
γλυκύτερα, καὶ δὴ καὶ τὰ δένδρα τοῖς καρποῖς ἀνάλογον.
3
ἧττον μὲν στυπτικὰ τὰ κατὰ τὴν Ἰβηρίαν, μᾶλλον δὲ
4
τὰ κατὰ τὴν Δαμασκόν. ἁπλῶς δ’ εἰπεῖν ὧν ἐν τοῖς φύλλοις
5
ἢ τοῖς βλαστοῖς ἐμφαίνεταί τις στύψις σαφὴς, ταῦτα
6
ἀφεψόμενα διάκλυσμα γίγνεται τῶν περὶ γαργαρεῶνα καὶ
7
παρίσθμια φλεγμονῶν. ὁ δὲ τῶν ἀγρίων καρπὸς στυπτικὸς
8
ἐναργῶς ἐστι καὶ σταλτικὸς γαστρός. ὀνομάζεται δὲ
9
τὸ φυτὸν τοῦτο κατὰ τὴν Ἀσίαν προῦμνον. τὸ δὲ κόμμι
10
τοῦ δένδρου φασὶν ἔνιοι μετ’ οἴνου πινόμενον λίθων εἶναι
11
θρυπτικὸν, σὺν ὄξει δὲ λειχῆνας ἰᾶσθαι παίδων, καὶ εἴπερ
12
αὐτὸ ποιεῖ, δῆλον ὡς τμητικῆς τε καὶ λεπτομεροῦς μετέχει
13
δυνάμεως.