10
μεʹ.Περὶ κόστου.Κόστος βραχείας μὲν πάνυ τῆς
11
πικρᾶς, πλείστης δὲ τῆς δριμείας καὶ θερμῆς μετέχει ποιότητός
12
τε καὶ δυνάμεως, ὡς ἤδη καὶ ἑλκοῦν, ὅθεν ἀνατρίβουσιν
13
αὐτῷ μετ’ ἐλαίου τὸ σῶμα πρὸ τῆς καταβολῆς ἐπὶ
14
τῶν κατὰ περίοδον ῥιγούντων. οὕτω δὲ κᾀπὶ τῶν ἰσχιαδικῶν
15
καὶ παραλελυμένων τε καὶ ὅλως ἐφ’ ὧν ἤτοι θερμῆναί
16
τι πρόκειται μόριον, ἢ ἐκ τοῦ βάθους εἰς τὴν ἐπιφάνειαν
17
ἕλξαι τινὰ χυμὸν, ἐπὶ τὸν κόστον ἔρχονται. διὰ δὲ τὴν αὐτὴν
18
αἰτίαν οὐρητικός τ’ ἐστὶ καὶ ἐμμήνων ἀγωγὸν καὶ πρὸς 12.41
1
ῥήγματά τε καὶ σπάσματα καὶ πόνους πλευρῶν ἁρμόττει.
2
διὰ δὲ τὴν συνοῦσαν πικρότητα καὶ πλατείας ἕλμινθας ἀναιρεῖ,
3
δι’ ἥνπερ καὶ πρὸς τὰς ἐφήλεις αὐτῷ χρῶνται μεθ’
4
ὕδατος ἢ μέλιτος. ἐνυπάρχει δ’ αὐτῷ τις τῇ κράσει φυσώδης
5
ὑγρότης, δι’ ἣν καὶ πρὸς ἀφροδίσια παρορμᾷ μετ’
6
οἰνομέλιτος.