10
γʹ.Περὶ ἀλκυονίων.Ἀλκυόνια ῥύπτει μὲν ἅπαντα
11
καὶ διαφορεῖ, δριμεῖαν ἔχοντα ποιότητα καὶ θερμὴν δύναμιν,
12
ἀλλὰ τὸ μᾶλλόν τε καὶ ἧττον ἐν αὐτοῖς ἐστιν
13
οὐκ ὀλίγον, ἔν τε τούτοις αὐτοῖς οἷς εἴρηκα καὶ προσέτι
14
κατὰ τὸ λεπτομερὲς τῆς ὅλης οὐσίας. ἔστι δ’ αὐτῶν ἓν μὲν
15
πυκνὸν καὶ βαρὺ καὶ μοχθηρὸν κατὰ τὴν ὀσμὴν, ὄζει γὰρ
16
ἰχθύων σαπρῶν, ἐοικὸς κατὰ σχῆμα σπόγγῳ. δεύτερον δ’
17
ἄλλο προμηκέστερον τῷ σχήματι κοῦφον καὶ ἀραιὸν, ὀσμὴν
18
φυκίοις ὁμοίαν ἔχον. ἄλλο δὲ τρίτον σκώληκι μέν ἐστι τὸ 12.371
1
σχῆμα παραπλήσιον, πορφυρίζει δὲ τῇ χρόᾳ καὶ τῇ συστάσει
2
μαλακόν ἐστιν. ὀνομάζουσι δ’ αὐτὸ Μιλήσιον. ἐφ’ οἷς
3
ἄλλο τέταρτον, ὁμοίως μὲν τῷ δευτέρῳ λελεγμένῳ κοῦφόν
4
τε καὶ ἀραιὸν, ἐοικὸς δὲ ἐρίοις οἰσυπηροῖς. τὸ δὲ πέμπτον
5
ἔξωθεν μὲν ἐπιφανείᾳ λείᾳ περιγράφεται, τὴν δ’ ἐντὸς οὐσίαν
6
ἔχει τραχεῖαν, οὐδεμίαν μὲν ἔχον ὀσμὴν, ἐν τῇ γεύσει
7
δὲ δριμὺ φαινόμενον· ἔστι γὰρ δήπου καὶ θερμότατον ἁπάντων
8
τῶν ἀλκυονίων, ὡς τρίχας ἀποκάειν δύνασθαι. διὸ τῶν
9
μὲν πρώτων δύο λειχῆνας καὶ ἀλφοὺς καὶ μέντοι καὶ ψώρας
10
καὶ λέπρας ὠφελούντων, ἔτι τε λαμπρυνόντων τὸ δέρμα
11
διὰ τὸ σύμμετρον τῆς δυνάμεως, δύναται ταὐτὸ ποιεῖν τουτὶ
12
τὸ ἔσχατον εἰρημένον. οὐ γὰρ ἀποῤῥύπτει μόνον ἐκεῖνα,
13
ὥσπερ τὴν ἔξωθεν ἐπιφάνειαν, ἀλλ’ ἀποδέρει τε καὶ ἐκδέρει
14
προσερχόμενον εἰς τὸ βάθος τοῦ δέρματος ὡς ἕλκη
15
ποιεῖν. τὸ δὲ τρίτον εἰρημένον ἁπάντων ἐστὶ λεπτομερέστατον,
16
διὸ καὶ καυθὲν ἀλωπεκίας ἰᾶται μετ’ οἴνου καταχριόμενον
17
πυῤῥοῦ μὲν τὴν χρόαν, λεπτοῦ δὲ τῇ συστάσει. τὸ
18
τέταρτον δὲ τούτων ἐστὶν ὁμοειδὲς κατὰ τὴν δύναμιν, ἀσθενέστερον
19
δ’ οὐκ ὀλίγον.