15
βʹ.Περὶ καλάμου ἀρωματικοῦ.Κάλαμος ἀρωματικὸς
16
καὶ στύψεως βραχείας καὶ δριμύτητος ἐλαχίστης μετέχει.
17
τὸ δὲ πλεῖστον αὐτοῦ γεώδους οὐσίας ἐστὶ καὶ ἀερώδους,
18
εὔκρατον ἐν τῇ κατὰ θερμότητα καὶ ψυχρότητα συζυγίᾳ. 12.7
1
ὅθεν οὐρητικός τε μετρίως ἐστὶν καὶ ταῖς πρὸς ἧπαρ
2
καὶ στόμαχον ἐπιτιθεμέναις μίγνυται δυνάμεσιν, εἴς τε τὰς
3
τῆς ὑστέρας πυρίας, ὅσαι φλεγμονῆς ἕνεκεν ἢ καταμηνίων
4
ἐρεθισμοῦ παραλαμβάνονται, χρησίμως μίγνυται. κείσθω τοίνυν
5
δευτέρας τάξεως τῶν θερμαινόντων καὶ ξηραινόντων, καὶ
6
σφοδρότερόν γε ξηραινόντων ἢ θερμαινόντων. ἔχει δέ τι καὶ
7
λεπτομερὲς, ὥσπερ καὶ τἄλλα σύμπαντα ἀρώματα. ἀλλ’ ἐκείνων
8
μὲν τοῖς πλείστοις πάμπολυ τὸ λεπτομερὲς ὑπάρχει,
9
τῷ καλάμῳ δ’ οὐ πολύ.