10
βʹ. Περὶ ἁλῶν.Ἅλες. εἰσὶ μὲν καὶ οὗτοι ἐκ
11
τῆς θαλάσσης γενόμενοι κατὰ τὰς καλουμένας ἅλας, ὧν κᾀν
12
τοῖς θαλαττίοις φαρμάκοις μνημονεύσομεν. εἰσὶ δὲ καὶ οἱ
13
ὀρυκτοὶ καλούμενοι τῷ τῶν μεταλλικῶν φαρμάκων περιλαμβανόμενοι
14
γένει. δύναμιν δ’ ἔχουσι παραπλησίαν ἀλλήλοις
15
ἅπαντες οἵ τ’ ὀρυκτοὶ καὶ οἱ ἀπὸ τῆς θαλάττης, ὑπὲρ ὧν
16
εἴρηται μὲν πρόσθεν ἐν τῷ τετάρτῳ γράμματι κατ’ ἐκεῖνον
17
τὸν λόγον ἡνίκα τὸν ἁλυκόν τε καὶ ἁλμυρὸν χυμὸν ἀπὸ
18
πικροῦ διωρίζομεν. εἰρήσεται δὲ καὶ νῦν ὡς ὁ μὲν ἐν τοῖς
19
ἀφρονίτροις πικρός τέ ἐστι καὶ ῥυπτικὸς, ὁ δ’ ἐν τοῖς ἁλσὶ 12.211
1
τοσοῦτον ἀπολείπεται κατὰ τὸ ῥύπτειν, ὅσον πλεονεκτεῖ
2
κατὰ τὴν στύψιν. ἔστι γὰρ μικτὸς ἐκ δυοῖν ποιοτήτων, ῥυπτικῆς
3
τε καὶ στυπτικῆς. ὅτι δ’ ἱκανῶς ἀμφότεροι ξηραίνουσιν
4
ἐδέδεικτο καὶ πρόσθεν. ἐν τῷ μέσῳ δ’ ἀμφοῖν ἐστιν
5
ὁ τοῦ λίτρου.