14
στʹ. Περὶ μαστίχης.Μαστίχη ἡ μὲν λευκὴ καὶ Χία
15
συνήθως ὀνομαζομένη σύνθετός πώς ἐστιν ἐξ ἐναντίων δυνάμεων
16
στυπτικῆς καὶ μαλακτικῆς. διὸ καὶ στομάχου καὶ
17
κοιλίας καὶ ἐντέρων καὶ ἥπατος φλεγμοναῖς ἁρμόττει κατὰ
18
τὴν δευτέραν ἀπόστασιν θερμαίνουσα καὶ ξηραίνουσα. ἡ δὲ 12.69
1
μέλαινα, ἡ Αἰγυπτία προσαγορευομένη, ξηραίνει τε μᾶλλον
2
αὐτῆς καὶ ἧττον τῆς στυπτικῆς μετέχει δυνάμεως, ὅθεν ἐπιτηδειοτέρα
3
πώς ἐστι πρὸς τὰ τῆς διαφορήσεως ἰσχυροτέρας
4
δεόμενα. ταύτῃ γοῦν καὶ τῶν δοθιήνων ἀγαθόν ἐστι φάρμακον.
5
τὸ μέντοι μαστίχινον ἔλαιόν τε καὶ μύρον ἐκ μὲν
6
τῆς Χίας σκευάζουσιν, ἐκ δὲ τῆς Αἰγυπτίας οὐ πάνυ τι.
7
παραπλησίας δ’ ἐστὶ καὶ αὐτὸ δηλονότι τῇ μαστίχῃ δυνάμεως.