1
γʹ.Περὶ αἵματος περιστερᾶς.Ἐπεὶ δ’ ὡς παραδείγματος
2
ἐμνημόνευσα τοῦ τῶν περιστερῶν αἵματος, οὐδὲν
3
ἂν εἴη χεῖρον ἤδη καὶ τοῦτο προχειρίσασθαι τῷ λόγῳ. καὶ
4
γὰρ καὶ πρὸς ὑποσφάγματα κατὰ τοὺς ὀφθαλμοὺς γινόμενα
5
χρῶνταί τινες αὐτῷ, παραχρῆμα δηλονότι λαμβάνοντες τὸ
6
ἐκρέον τοῦ σφαττομένου ζώου. θερμὸν μὲν γὰρ κατὰ τῶν
7
ὑποσφαγμάτων ἐγχέων αὐτὸ, τὰς κατὰ τὴν ἔκφυσιν τῶν
8
πτερύγων διῄρει φλέβας, ὅπως ἐξαρκέσειεν αὐτὸ τὸ ζῶον εἰς
9
πολλὰς χρήσεις. ἕτερος δὲ τῶν ἁπαλῶν νεοττῶν ἐξαίρων τὰ
10
πτερὰ, μαλακὰ δ’ ἐστὶ ταῦτα καὶ τὰς σύριγγας ὑγροῦ πλήρεις
11
ἔχει, τοῦτ’ αὐτὸ τὸ ὑγρὸν ἐκθλίβων, ἐνέσταξε τοῖς
12
ὀφθαλμοῖς. ἑτέροις δὲ ἰατροῖς ἀμφισβήτησις ἐγένετο πότερον
13
νεοττοῦ χρὴ τὸ αἷμα κατὰ τῆς μήνιγγος ἐπιστάζειν ἢ τελείας
14
περιστερᾶς, καὶ πότερον ἄῤῥενος ἢ θήλεος. ἐγὼ δ’ ἐν Ῥώμῃ
15
μυρίους οἶδα τῶν ἀνατρηθέντων ὀστᾶ κεφαλῆς οὐδὲν βλαβέντας
16
ἐπὶ τῇ τοῦ ῥοδίνου χρήσει, χωρὶς αἵματος περιστερᾶς,
17
εἶναι δὲ αὐτὸ χρὴ θερμὸν οὕτως ὡς τὸ τῆς περιστερᾶς
18
αἷμα. καὶ ἴσως γε τῷ συμμέτρῳ τῆς κατὰ τὴν θίξιν θερμασίας
19
ὠφέλιμόν ἐστιν, οὐκ ἐξαιρέτῳ τινὶ καὶ ἀγνώστῳ δυνάμει. 12.257
1
συνϋπάρχει δ’ αὐτῷ καὶ ἡ κατὰ τὴν δύναμιν εὐκρασία,
2
ἀλλὰ τί τοῦτο; καὶ γὰρ καὶ τὸ ῥόδινον ἔχει ταύτην μετὰ
3
τοῦ καὶ στύψεως βραχείας μετέχειν, ὥστε οὐδὲν ἕξεις μεῖζον
4
ἐπί γε κεφαλῆς ἀνατρηθείσης ῥοδίνῳ καλῷ χρώμενος.
5
ἐδήλωσα δ’ ἔμπροσθεν ὅπως ἐσκευάσθαι χρὴ τὸ ἄμεμπτον
6
ῥόδινον. ἔστι δὲ καὶ τῶν ὑποσφαγμάτων ἰατικὰ κολλύρια
7
πάμπολλα καὶ μάλιστα τὴν σμύρναν ἔχοντα πολλὴν, ὁποῖον
8
καὶ τὸ Δημοκράτους ὀνομαζόμενον διάσμυρνον. ἑξῆς δὲ τούτων
9
ἐστὶ τὰ διὰ λιβανωτοῦ πολλοῦ καὶ τούτων ἑξῆς τὰ
10
διὰ κρόκου, καὶ χυλὸς δὲ τήλεως ἀμείνων ἐστὶν αἵματος περιστερᾶς
11
εἰς τὰ τοιαῦτα. τί ἂν οὖν δέοι περιστερὰς ἢ φάττας
12
ἢ τρυγόνας ἀναμένειν, εὐποριστότερον μὲν ἁπάντων ἔχοντας
13
φάρμακον τῆλιν, ἕτοιμα δὲ τὰ εἰρημένα κολλύρια; κατὰ δὲ
14
τὸν αὐτὸν τρόπον οὐδὲ γλαυκὸς αἵματος δεηθησόμεθα πρὸς
15
τοὺς δυσπνοοῦντας. ἔνιοί γε μὴν οὐ τὸ αἷμα διδόασι πίνειν,
16
ἀλλ’ αὐτὴν ἑψήσαντες κελεύουσιν ἐσθίειν ἐν ἁπλῷ ζωμῷ. τὸ
17
δ’ οὖν αἷμά τινες μὲν ἐπιστάξαντες ὕδατι, τινὲς δὲ οἴνῳ 12.258
1
διδόασιν, καί τις ὑπερεπῄνει τὸ αἷμα τοῦτο παρὰ γυναικὶ
2
συνεχῶς δυσπνοούσῃ, πυθομένου δέ μου ποίαν οἶδε δύσπνοιαν
3
ὑπ’ αὐτοῦ τεθεραπευμένην, οὐδ’ ὅτι πλείους εἰσὶν
4
ἠπίστατο. καὶ τοίνυν ἐχρήσατο μὲν ἐπὶ τῆς γυναικὸς, οὐδὲν
5
δὲ ὤνησεν,