Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.)
urn:cts:greekLit:tlg0057.tlg075
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
editio(nes) critica(e):
translatio Latina: De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, pp. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1


12  ζʹ.Περὶ γάλακτος.Γάλα. διττὴν ἔχει τοῦτο
13 χρείαν, τὴν μὲν ἑτέραν ὡς τροφὴν, τὴν δὲ ἑτέραν ὡς φάρμακον.
14 ἀλλ’ ὡς μὲν τροφή τι δύναται διά τε τῆς θεραπευτικῆς
15 μεθόδου καὶ κατὰ τὰ ἄλλα δεδήλωται. τὴν δ’ ὡς φαρμάκου
16 δύναμιν αὐτὴν νῦν ἐρῶ, πρότερόν γε ἀναμνήσας κᾀπὶ
17 τοῦδε, καθάπερ ὀλίγον ἔμπροσθεν ἐπὶ τοῦ αἵματος, ὡς οὐ
18 περὶ τοῦ νοσώδους γάλακτος, ἀλλὰ τοῦ κατὰ φύσιν ἐν ἑκάστῳ 12.264
1 τῶν ζώων χρὴ ἀκούειν τῶν λεχθησομένων. τὸ τοίνυν
2 ὑγιεινότατον γάλα, καθάπερ καὶ τὸ αἷμα, καθαρόν ἐστι καὶ
3 εἰλικρινὲς, οὔτε πικρότητος οὔτ’ ὀξύτητος οὔτε δριμύτητος
4 οὔθ’ ἁλυκότητος οὔτε δυσωδίας μετέχον, ἀλλ’ ὡς ἂν εἴποι
5 τις εὐῶδες ἄνοσμον εἴπερ ἄρα σμικρᾶς τινος εὐωδίας μετέχον.
6 εὔδηλον ὅτι καὶ γευόμενόν ἐστιν ἡδὺ, βραχεῖαν ἔχον
7 γλυκύτητα, καθάπερ καὶ τὸ αἷμα τὸ ὑγιεινὸν, ἐξ οὗ καὶ
8 τοῦ γάλακτός ἐστι γένεσις. τὸ δὲ τοιοῦτο γάλα πρὸς τὰ δριμέα
9 καὶ δάκνοντα ῥεύματα συμφορώτατόν ἐστιν, οὐ μόνον
10 ἀποπλῦνον αὐτὰ τῶν ἐνοχλουμένων μορίων, ἔστι γὰρ αὐτῷ
11 τοῦτο καὶ πρὸς τὸ ὕδωρ κοινὸν, ἀλλὰ καὶ περιπλαττόμενον
12 τοῖς σώμασιν, ὡς μὴ γυμνοῖς αὐτοῖς προσπίπτειν τὸ
13 ἐπιῤῥέον. οὐ μόνον δὲ κατὰ τοῦτο πλεονεκτεῖ τοῦ ὕδατος,
14 ἀλλὰ καὶ τῷ περιπλύνειν αὐτὸ, διὰ τὸ περιέχειν ἐν ἑαυτῷ
15 ῥυπτικὴν ὑγρότητα τὴν ὀνομαζομένην ὀῤῥὸν, ὃς προαποκλύζεται
16 καὶ προσαποκλύζει τὰ σώματα. τῷ δὲ λοιπῷ παντὶ
17 παχεῖ ὄντι καὶ λιπαρῷ περιπλάττεται καθ’ ὅνπερ τρόπον
18 καὶ πιμελὴ καὶ τὸ στέαρ, ὠοῦ τε τὸ λευκὸν τ’ ἐκ τοῦ
19 πεπλυσμένου κηροῦ καὶ ἐλαίου κηρωτή·  καὶ γὰρ καὶ  12.265
1 ταῦτα τὰς ἀπὸ τῶν δριμέων ἰχώρων πραΰνει δήξεις, ἐκ τοῦ
2 περιπλάττεσθαι τοῖς σώμασιν ἄδηκτον ἔχοντα φύσιν. εὐτρεπτότατον
3 δ’ ὂν ἅπαν γάλα, καὶ μάλισθ’ ὅταν τὸ περιέχον
4 θερμὸν, ἀποβάλλει πολὺ τῆς εἰρημένης δυνάμεως, εἰ μὴ
5 παραχρῆμά τις αὐτῷ χρῷτο θερμῷ τῶν τιτθῶν ἐκχυθέντι.
6 μάλιστα μὲν οὖν γυναικὸς εὐεκτούσης τε καὶ καλῶς διαιτωμένης
7 γάλακτι χρηστέον ἐστὶν, οἰκειότατον γὰρ ἀνθρωπείῳ
8 σώματι τοῦτο, δεύτερον δὲ τῶν ἄλλων ζώων, ὅσα μὴ πολὺ
9 κεχώρισται τῆς ἀνθρώπου φύσεως. εἴσῃ δὲ τοῦτο ῥᾳδίως ἐκ
10 τῆς τῶν σαρκῶν ὀσμῆς, ἀηδοῦς μὲν οὔσης τῶν πόῤῥω ταῖς
11 κράσεσιν ἀφεστηκότων, οἷον κυνὸς, λύκου, λέοντος, παρδάλεως,
12 ἀλώπεκος, ὑαίνης, ἄρκτου καὶ τῶν ὁμοίων, οὐκ ἀηδοῦς
13 δὲ τῶν μὴ πόῤῥω, καθάπερ ὑὸς, αἰγὸς, ἵππου, βοὸς,
14 ὄνου, προβάτου. καὶ τοίνυν καὶ χρῶνται πάντες οἱ ἄνθρωποι
15 τῇ πείρᾳ διδαχθέντες αἰγείῳ τε καὶ προβατείῳ καὶ
16 βοείῳ καὶ ὀνείῳ γάλακτι, καὶ τυροὺς δὲ ποιοῦσιν ἐξ αὐτῶν,
17 ὅτι μὴ τοῦ ὀνείου. λεπτὸν γὰρ πάνυ τοῦτο καὶ μεστὸν ὀῤῥώδους
18 ὑγρότητος, ὥσπερ γε τὸ βόειον παχύ. μέσον δ’ ἐστὶν 12.266
1 τῇ συστάσει τὸ τῆς αἰγὸς, ἄπεπτον δὲ καὶ ὑδατῶδες ὗς ἔχει
2 τὸ γάλα. σύγκειται δ’ ἐκ τριῶν οὐσιῶν ἅπαν γάλα, τυρώδους,
3 ὀῤῥώδους, λιπαρᾶς, ἣν πλείστην ἔχειν φαίνεται τὸ βόειον,
4 ἐξ ἧς καὶ τὸ καλούμενον βούτυρον ποιοῦσι, πεπτικῆς
5 τε καὶ χαλαστικῆς ὂν δυνάμεως, διὸ καὶ μάλιστα αὐτῷ χρῶνται
6 ἐπί τε παρωτίδων καὶ βουβώνων.