10
ξʹ.Περὶ κυκλαμίνου.Κυκλάμινος ποικίλος τὴν δύναμίν
11
ἐστι· καὶ γὰρ καὶ ῥύπτει καὶ τέμνει καὶ ἀναστομοῖ καὶ
12
ἐπισπᾶται καὶ διαφορεῖ. δῆλον δ’ ἐκ τῶν κατὰ μέρος ἔργων.
13
ὁ μὲν γὰρ χυλὸς αὐτῆς αἱμοῤῥοΐδας ἀναστομοῖ καὶ
14
προκαλεῖται βιαίως εἰς ἀπόπατον, ἐν κροκύδι προστιθέμενος.
15
οὕτω δὲ καὶ ταῖς τὰ φύματα καὶ τὰς χοιράδας ἁπάσας τε
16
τὰς ἄλλας σκληρότητας διαφορούσαις δυνάμεσι μίγνυται καὶ
17
τοῖς ὑποχεομένοις ἁρμόττει, μετὰ μέλιτος ὑπαλειφόμενος, καὶ
18
πρὸς τούτοις ἔτι διὰ ῥινῶν καθαίρει. σφοδρὰ δ’ οὕτως
19
ἐστὶν ἡ δύναμις αὐτοῦ, ὥστε καὶ τοῦ ἐπιγαστρίου καταχριομένου 12.51
1
κοιλίαν ὑπάγει καὶ ἔμβρυα διαφθείρει, καὶ γὰρ καὶ
2
ἄλλως φθόριον ἰσχυρὸν ἐν πεσσῷ προστιθέμενος. ἡ δ’ ὅλη
3
ῥίζα τοῦ χυλοῦ μέν ἐστιν ἀσθενεστέρα, σφοδρὰ δ’ ἐστὶ καὶ
4
αὐτή. καὶ γὰρ ἔμμηνα κινεῖ πινομένη τε καὶ προστιθεμένη
5
καὶ ἰκτεριῶντας ὀνίνησιν, οὐ μόνον ἐκκαθαίρουσα τὸ σπλάγχνον,
6
ἀλλὰ τὴν ἐν ὅλῳ τῷ σώματι χολὴν ἐκκρίνουσα δι’
7
ἱδρώτων. ὅθεν ἐπὶ τῇ πόσει συνεργεῖν δεῖ παντὶ τρόπῳ τῇ
8
τῶν ἱδρώτων γενέσει. χρὴ δ’ εἶναι τὸ πινόμενον πλῆθος
9
αὐτῆς ἄχρι τριῶν δραχμῶν, ἤτοι μετὰ γλυκέος ἢ μελικράτου.
10
ῥύπτει δὲ καὶ τὸ δέρμα, κατά τε τὰ ἄλλα κᾀν τῷ τὰς ἀλωπεκίας
11
καὶ τὰς ἐφηλίδας, ἅπαντά τε τὰ ἐξανθήματα θεραπεύειν.
12
ὀνίνησι δὲ καὶ τοὺς σκληροὺς σπλῆνας ἐπιπλαττομένη
13
πρόσφατός τε καὶ ξηρά. διδόασι δ’ ἔνιοι τὴν ξηρὰν
14
ῥίζαν καὶ τοῖς ἀσθματικοῖς. ἡ δ’ ἑτέρα κυκλάμινος, ἣν ἔνιοι
15
κισσάνθεμον ὀνομάζουσι, διὰ τὸ κισσῷ κατὰ τὸ ἄνθος ἐοικέναι,
16
τὴν ῥίζαν ἄχρηστον ἔχουσα τὸν καρπὸν ἔχει δραστικὸν
17
ἱκανῶς, ὥστε καὶ μετ’ οἴνου λευκοῦ κυάθων δυοῖν πινόμενος
18
ἐπὶ πλείους ἡμέρας ἰᾶται σπλῆνας, κινῶν οὖρα 12.52
1
καὶ τὴν κοιλίαν ὑπάγων, ἐκβάλλει δὲ καὶ τὰ χόρια καὶ τοῖς
2
ἀσθματικοῖς ἀρήγει. ἡ ποιότης δ’ αὐτοῦ γευομένῳ δριμεῖά
3
τε καὶ ὑπόγλισχρός ἐστι.