11
βʹ. Περὶ ἰξοῦ.Ἰξὸς ἐκ πλείστης μὲν ἀερώδους
12
τε καὶ ὑδατώδους οὐσίας θερμῆς, ἐλαχίστης δὲ γεώδους σύγκειται.
13
τὸ γοῦν δριμὺ πλέον ἐστὶν ἐν αὐτῷ τοῦ πικροῦ
14
καὶ τοίνυν καὶ τὰ ἔργα κατὰ τὴν οὐσίαν αὐτῷ. ἕλκει γὰρ
15
ἐκ τοῦ βάθους ἰσχυρῶς ὑγρότητας, οὐ τὰς λεπτὰς μόνον,
16
ἀλλὰ καὶ τὰς παχυτέρας, καὶ ταύτας διαχεῖ τε καὶ διαφορεῖ.
17
ἔστι δὲ τῶν οὐκ εὐθὺς θερμαινόντων φαρμάκων, μετὰ
18
τὴν πρώτην ἐπίθεσιν, ἀλλὰ χρόνου δεομένων ὥσπερ ἡ θαψία.
19
τοῦτο δ’ εἴρηται καὶ πρόσθεν, ὡς τοῖς θερμοῖς κατὰ 11.889
1
δύναμιν ὑπάρχει φαρμάκοις, ὅταν ὑγρότητα περιττωματικὴν
2
ἔχῃ δαψιλῆ.