Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.)
urn:cts:greekLit:tlg0057.tlg075
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
editio(nes) critica(e):
translatio Latina: De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, pp. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1


1 κζʹ.Περὶ κόπρου χηνῶν τε καὶ πελαργῶν.δὲ τῶν
2 χηνῶν κόπρος ἄχρηστός ἐστι διὰ πολλὴν δριμύτητα. λογίζομαι
3 δὲ καὶ τὴν ἱεράκων τε καὶ ἀετῶν. ἀλλὰ καὶ τὸ δυσπόριστον
4 ἁπάσης τῆς τοιαύτης ὕλης φευκτέον. ἐξ οὗ καὶ
5 μᾶλλον ὁρμώμενοί τινες ἰσχυρὰς δυνάμεις μαρτυροῦσι ταῖς
6 τοιαύταις ὕλαις, ὡς οὐ ῥᾳδίως ἐλεγχθησόμενοι, καθάπερ οἱ
7 τὴν τῶν πελαργῶν κόπρον ἐπιλήπτους ἰᾶσθαι γράψαντες.
8 ἀλλ’ αὕτη μέντοι πολλῶν ὄντων ἄλλων ὧν γράφουσιν εὐποριστωτέρα
9 κατὰ πολὺ τυγχάνουσα περίεργον ὅμως τ’ ἐστὶ
10 πρὸς τῷ μηδ’ ἀληθὲς εἶναι τὸ γεγραμμένον ὑπ’ αὐτῆς. πεισθεὶς
11 γοῦν τις ὑπὸ τῶν γραφόντων τὰ τοιαῦτα καὶ πιὼν
12 τῆς κόπρου ταύτης οὐδὲν ὤνηται. δηλοῦσι γοῦν καὶ πρὸ
13 τῆς πείρας οἱ γράφοντες αὐτὰ τὸ μοχθηρὸν ὧν ἐπαγγέλλονται.
14 κατὰ πολλοὺς γὰρ τρόπους δυσπνοούντων ἀνθρώπων
15 οὔθ’ τι πᾶσιν ἁρμόττει προστιθέασι κατὰ τὸν λόγον οὔθ’
16 τι τοῖσδέ τισιν τῷδε. τινές γε μὴν τῶν γραψάντων
17 οὐ δυσπνοίας ἁπλῶς, ἀλλ’ ὀρθοπνοίας λέγουσιν ἰάματα εἶναι
18 τὰ τοιαῦτα, κόπρον πελαργοῦ καὶ γλαυκὸς αἷμα καὶ οὖρον 12.306
1 ἀνθρώπου καὶ ἄλλα τούτων ἀτοπώτερα μὴ γινώσκοντες,
2 ὅτι φλεγματώδης καὶ γλίσχρος χυμὸς ἐμφράττων τὰ βρογχία
3 τοῦ πνεύμονος αἴτιος γίνεται τοῦ πάθους τούτου καὶ ὡς
4 ἴασις ἐν τῷ κενῶσαι τοῦτό ἐστιν, καὶ ὡς κένωσις αὐτοῦ
5 καὶ μετὰ βηχὸς ἀναπτυομένου γίγνεται, καὶ ὡς οὐκ ἐνδέχεται
6 τοῦτο γίνεσθαι μὴ πολλάκις ποθέντος δριμυτέρου φαρμάκου.
7 οἱ δέ γε οὕτως εἰσὶ ληρώδεις γόητες οὐκ οἶδ’
8 τι φῶ, ὡς τῶν ἀτόπων ἕκαστον τούτων πομάτων ποθὲν
9 ἀπαλλάττειν τῆς δυσπνοίας φασὶ τοὺς κάμνοντας, ὅπερ οὐδ’
10 εἰ μήλην τις καθεὶς εἰς τὸν πνεύμονα δι’ ἐκείνης ἀφαιρεῖν
11 ἐδύνατο τὸν ἐμπεπλασμένον χυμὸν, ἐκ μιᾶς ἂν ἐπιβολῆς
12 ἐπράχθη. κάλλιον οὖν ἦν αὐτοῖς, οὐκ εἰ ποθείη τόδε τι τὸ
13 αἷμα τὸ οὖρον τὴν δύσπνοιαν ἰᾶσθαι λέγειν, ἀλλ’ εἰ πίνοιτο.
14 κάλλιον δὲ ὅτι μὴ πάντῃ τε καὶ πάντως ἰάσεται,
15 μηδ’ εἰ πίνοιτο συνεχῶς, ἀλλ’ ὅτι πολλοὺς μὲν ἰάσατο, πολλοὺς
16 δὲ ὠφέλησεν μὲν, οὐ τελέως δ’ ἀπήλλαξε τοῦ νοσήματος.
17 ἀλλὰ τούτους μὲν ἤδη καταλίπωμεν, ἐπὶ δὲ τὸ συνεχὲς
18 ἴωμεν τοῦ λόγου. πάσης γάρ τοι κόπρου τὸ δριμὺ καὶ 12.307
1 διαφορητικὸν ἐχούσης παρὰ τὸ μᾶλλόν τε καὶ ἧττον ἑτέραν
2 ἑτέρας τὴν τοιαύτην ἔχειν δύναμιν, αἳ κατὰ μέρος ἐν αὐταῖς
3 γίνονται διαφοραὶ, καὶ διὰ τοῦτο τινὰς μὲν τόδε τι τὸ πάθημα,
4 τινὰς δὲ τόδε τι θεραπεύειν μᾶλλον.