11
κθʹ.Περὶ ἐρίων οἰσυπηρῶν.Ἔρια τὰ μὲν ἔτι ῥυπαρὰ,
12
καὶ διὰ τοῦτο καλούμενα πρός τινων οἰσυπηρὰ, χρησίμως
13
δέχεται τὰς κατὰ τῶν τεθλασμένων ἢ ὁπωσοῦν πεπληγότων
14
μορίων ἐπιβροχὰς, συνεργαζόμενα πρὸς τὴν ἐξ αὐτῶν
15
ὠφέλειαν διὰ τὸν οἴσυπον. τὰ δὲ πεπλυμένα καὶ μηκέτι
16
ἔχοντα τὸν οἴσυπον ὕλη τις ἐπιτήδειος γίνεται πρὸς τὸ δέξασθαι
17
τὰς ἐπιβρεχομένας ὑγρότητας. καυθέντα δὲ δύναμιν 12.349
1
ἔχει δριμεῖάν τε καὶ θερμὴν ἅμα λεπτομερείᾳ, ὥστε καὶ τὰς
2
πλαδαρὰς σάρκας ἐπὶ τῶν ἑλκῶν ἀποτήκειν τάχιστα. βάλλεται
3
δὲ καὶ εἰς φάρμακον ξηραντικὸν, καῖε δ’ αὐτὰ καθάπερ
4
καὶ τῶν ἄλλων τὰ πλεῖστα, χύτραν καινὴν πληρῶν, εἶτα
5
πωμάζων ὀπὰς πλέονας ἔχοντι πώματι.