9
Κεφ. κηʹ.Ἡ δὲ αἰτία τοῦ μὲν ὅλως ἐκκρίνεσθαι καὶ
10
τοὺς ἀνοικείους τῷ καθαίροντι φαρμάκῳ χυμοὺς ἐν τρισὶ τούτοις
11
κεῖται, τῇ τε ἀῤῥωστίᾳ τῶν ἀγγείων καὶ τῇ τῶν στομάτων
12
εὐρύτητι καὶ τῇ δήξει τοῦ καθαίροντος. ὅταν γὰρ τὰ
13
μὲν ἀγγεῖα μηκέτι κατασχεῖν ἐν ἑαυτοῖς δύνηται τοὺς
14
χυμοὺς, ἀναπεπταμένα δὲ αὐτῶν ᾖ τὰ στόματα, μένῃ δ’
15
ἐρεθίζον τὸ φάρμακον, ἕλκειν δὲ μηκέτι τὸν οἰκεῖον ἔχῃ χυμὸν,
16
ἀνάγκη πᾶσα τοὺς ἄλλους ἐκκρίνεσθαι κατὰ τὴν εἰρημένην
17
τάξιν. ἤρκει μὲν γὰρ ἴσως καὶ ἡ δῆξις μένουσα πρὸς τὴν
18
ἔκκρισιν ἐπεγείρειν τὰ ὄργανα, πολὺ δὲ δὴ μᾶλλον, ὅτ’ ἂν 11.618
1
ἀναστόμωσίς τε ἅμα καὶ ἀῤῥωστία τῶν ἀγγείων συνδράμῃ.
2
γίνεται δὲ ἡ μὲν ἀναστόμωσις, ὡς εἴρηται, διὰ τὴν ἰσχὺν
3
τοῦ φαρμάκου, δι’ ἥνπερ καὶ ἡ δῆξις· ἡ δὲ τῶν ἀγγείων
4
ἀῤῥωστία, διά τε τὸν σφοδρὸν κάματον, ὃν ἐν τῷ δάκνεσθαί
5
τε καὶ οἷον βδάλλεσθαι πρὸς τοῦ καθαίροντος φαρμάκου γίνεσθαι
6
συμβαίνει καὶ προσέτι διὰ τὴν καταλαμβάνουσαν αὐτὰ
7
δυσκρασίαν ἐν ταῖς ὑπερκαθάρσεσιν. ὃν γὰρ ἂν τῶν χυμῶν
8
ὅλον ἐκκενώσῃς, ἀνάγκη πᾶσα δυσκρασίαν ἀκολουθεῖν. τοῦ
9
μὲν δὴ κενοῦσθαι καὶ τοὺς ἀνοικείους τῷ καθαίροντι ταῦτα
10
τὰ αἴτια· τοῦ δὲ ἐν τῇ προειρημένῃ τάξει λεπτότης τε καὶ
11
παχύτης αὐτῶν ἐστι τῶν κενουμένων χυμῶν αἰτία, καὶ πρὸς
12
τούτοις ἡ μᾶλλόν τε καὶ ἧττον οἰκειότης ἑκάστου τῶν χυμῶν
13
τῇ τοῦ ζώου συστάσει.