5
στʹ.Περὶ λειχῆνος.Λειχὴν ὁ ἐπὶ τῶν πετρῶν ἔστι
6
μὲν οἷον βρύον τι, τοῦ γένους δ’ ἂν ὀρθῶς ὀνομάζοιτο τῶν
7
φυτῶν. ὠνομάσθαι δ’ οὕτω δοκεῖ διὰ τὸ λειχῆνας θεραπεύειν.
8
ἔστι δὲ ῥυπτικῆς τε ἅμα καὶ μετρίως ψυχούσης δυνάμεως,
9
ξηραντικῆς μέντοι κατ’ ἄμφω. τὸ μὲν δὴ ῥυπτικόν τε
10
καὶ ξηραντικὸν ἀπὸ τῆς πέτρας ἴσχει, τὸ δὲ ψυκτικὸν ἀπὸ
11
τοῦ ὑδατώδους. ἐπὶ γὰρ ταῖς ὑγραῖς καὶ δροσώδεσι πέτραις
12
φύεται. τὸ δ’ ἐκ τῶν τοιούτων οὐσιῶν συγκείμενον ἀφλέγμαντον
13
ὑπάρχειν οὐδὲν θαυμαστόν. εἰ δὲ καὶ αἱμοῤῥαγίας
14
ἵστησι, ὡς Διοσκορίδης φησὶν, οὐκ ἔχω φάναι.