3
γʹ.Περὶ πλύσεως γῆς.Πλύνεται δὲ κατὰ τὸν αὐτὸν
4
τρόπον ἅπασα γῆ τῷ προειρημένῳ περὶ τῆς Λημνίας, ὕδατι
5
μὲν πρῶτον ἀναφυραθεῖσα μηδεμιᾶς φαρμακώδους ποιότητος
6
ἔμφασιν ἔχοντι. καταστάντος δὲ τοῦ πηλοῦ καὶ περιαιρεθέντος
7
ἄνωθεν τοῦ ὕδατος, εἶτα τοῦ μετ’ αὐτὸ χωρισθέντος
8
ἀπὸ τῶν ὑφισταμένων κάτω λιθωδῶν τε καὶ ψαμμωδῶν.
9
εἰ δὲ καὶ γεγυμνασμένην ἔχεις τὴν γευστικὴν αἴσθησιν,
10
αὐτὸς ἔσῃ κριτὴς ἀκριβὴς ἧς τε δεῖ πλύνειν γῆς ἧς τε μή.
11
τίνες μὲν γὰρ οὐ δέονται πλύσεως, τινὲς δὲ δὶς ἢ τρὶς δέονται
12
πλυθῆναι. τὴν μὲν οὖν Λημνίαν ἑτοίμην λαμβάνεις ἅπαξ
13
πεπλυμένην ὑπὸ τῆς ἱερείας, ἐκ δευτέρου δὲ πλυθῆναι μὴ
14
δεομένην.