7
Κεφ. γʹ.Ἐκ τῆς διακρίσεως ταύτης τῶν ὀνομάτων
8
ὠφελήθημεν εἰς τὴν τῆς κράσεως αὐτῶν ἐπίγνωσιν. εἰ μέν τι
9
πρὸς ἄνθρωπον λέγοιτο θερμὸν, ἢ ψυχρὸν, ἢ ξηρὸν, ἢ
10
ὑγρὸν, ἀποχωρεῖν μὲν ἀξιοῦντες τῶν ἄλλων ἁπάντων ζώων,
11
ἐπ’ αὐτοῦ δὲ μόνου τὴν πεῖράν τε καὶ τὴν βάσανον τἀνθρώπου
12
ποιεῖσθαι. εἰ δέ τι πρὸς βοῦν, ἢ ἵππον, ἢ ἔλαφον, ἤ
13
τι τῶν ἄλλων τινῶν ζώων, ἐπ’ ἐκείνου πάλιν αὖ μόνου γίγνεσθαι
14
τὴν πεῖραν. ἐν τούτοις δὲ καὶ τοὺς ἀπὸ συστάσεως,
15
ἢ χροιᾶς, ἢ βάρους, ἢ κουφότητος, ἢ τῆς πρὸς γεῦσιν, ἢ
16
τὴν ὀσμὴν ἑκάστου τῶν φαρμάκων ποιότητος ἐξευρίσκειν
17
πειρωμένους αὐτῶν τὰς δυνάμεις ἐμεμψάμεθα. ταυτὶ μὲν οὖν
18
ἅπαντα τῇ τῶν ὀνομάτων ὀρθῇ διαιρέσει φαίνεται συνακολουθήσαντα, 11.545
1
τὰ δ’ οἷον στοιχεῖα τῆς προκειμένης θεωρίας,
2
ἐν τῇ γνώσει τῶν πρώτων εἶναι ποιοτήτων ἐδείκνυμεν, ἃς ἐν
3
τῷ περὶ τῶν καθ’ Ἱπποκράτην στοιχείων ἀπεδείξαμεν, ὑγρότητα
4
καὶ ξηρότητα, θερμότητα καὶ ψυχρότητα, σχεδὸν δὲ καὶ
5
ἡ τούτων εὕρεσις ὑπῆρξεν ἡμῖν ἐκ τοῦ τὰ σημαινόμενα τῶν
6
ὀνομάτων ὀρθῶς διαστείλασθαι. φάρμακον γὰρ τροφῆς διορίσασθαι
7
τῷ τὸ μὲν ἀλλοιοῦν κατὰ ποιότητα, τὴν δ’ ἐξομοιοῦσθαι
8
τῇ τοῦ σώματος οὐσίᾳ, κατὰ τὸν λόγον ἐντεῦθεν
9
ἐποδηγήθημεν εἰς τὴν τῶν ἀλλοιουσῶν ἡμᾶς ποιοτήτων
10
εὕρεσιν.